1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

14

ἐπιχείρη σιν συνεχώρησε, περαιτέρω δὲ παραβῆναι κεκώ λυκεν. Ἐπειράθη δὲ τοῖς ἠπίοις λόγοις τὸν φθόνον ἰάσασθαι, καὶ τὸν θυμὸν κατασβέσαι· "Ἵνα τί γὰρ, φησὶν, ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων, Ἰδοὺ ὁ ∆αβὶδ ζητεῖ τὴν ψυχήν σου; Καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὡς παρέδωκέ σε Κύριος ὁ Θεὸς εἰς τὰς χεῖράς μου· καὶ οὐκ ἠβουλή θην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος, καὶ πατήρ μου." Τίς οὐκ ἂν ἀγασθείη· τοῦ προφήτου τὴν ἀρετήν; Πατέρα κέκληκε τὸν ἐπίβουλον, καὶ κύριον ὁ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενος· καὶ χριστὸν Κυρίου τὸν ἐστερημένον τῆς χάριτος· ᾐσχύνετο 80.581 γὰρ καὶ λυθεῖσαν τὴν τοῦ Θεοῦ χειροτονίαν. Εἰς βεβαίωσιν δὲ τῶν λόγων ἐπέδειξε τὸ πτερύγιον· ἵνα γνοὺς τὴν φιλοσοφίαν αἰδεσθῇ τὴν εὐεργεσίαν. Τοῦτο γὰρ καὶ εἶπε· "Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις, οὐδὲ ἀσέβεια· καὶ οὐχ ἥμαρτον εἰς σέ." ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον, "Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια, καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ;" Τὰ καθ' ἑαυτὸν τῆς θείας ἐξήρτησε κρίσεως. Εἶπε γὰρ, "Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. Εἶτα προσέθηκε τὴν παραβολήν. ∆ηλοῖ δὲ αὕτη, ὡς τῶν παρανόμων τὸ ἁμαρτάνειν, τῶν δὲ φιλοσοφεῖν πεπαιδευμένων τὸ φέρειν τὰ πλημμελούμενα. Ἀμέτρῳ δὲ κεχρη μένος μετριότητι, "τεθνηκότα κύνα, καὶ ψύλ λαν" ἑαυτὸν ὀνομάζει· ὅπως τῇ τῆς ταπεινότητος ὑπερβολῇ τὴν ἀτεράμονα καταμαλάξῃ καρδίαν. Αὐτίκα γοῦν πληγεὶς ἐκεῖνος ὡμολόγησε τὴν εὐεργε σίαν. Εἶπε γὰρ πρὸς ∆αβὶδ, "∆ίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπέδωκάς μοι ἀγαθά· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά." Καὶ τὰ ἑξῆς δὲ τοὺς ἐπαίνους ἔχει, καὶ μετὰ τοὺς ἐπαίνους, τῆς βασι λείας αὐτῷ προσημαίνει τὸ κράτος. "Γινώσκω γὰρ, ἔφη, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου." Ἠξίωσε δὲ ἧς ἀπήλαυσε κηδεμονίας καὶ τὸ γένος τυχεῖν. "Ὄμοσον γάρ μοι, φησὶ, κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου· καὶ μὴ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ὤμοσε ∆αβὶδ τῷ Σαούλ." Τοσαύτη ἡ τῆς κακίας ἀσθένεια. Ὁ τοσούτων μυριάδων ἡγούμε νος, καὶ φυγάδα παρεκάλει, καὶ ὁ μετὰ πλήθους στρατεύων τὸν ἀποδιδράσκοντα μεταδοῦναι οἷ φιλ ανθρωπίας ἱκέτευε. ΕΡΩΤ. ΝΗʹ. Ὁ τοσαύτην ἐν τοῖς κατὰ τὸν Σαοὺλ ἐπιδείξας μακροθυμίαν, τί δήποτε τὸν Νάβαλ ἀνελεῖν ἐπειράθη; Πολλῆς καὶ οὗτος εὐεργεσίας ἀπήλαυσε. Συνδια τρίβων γὰρ τοῖς τούτου ποιμέσιν ἐν τῇ ἐρήμῳ, οὐ μόνον τοὺς οἰκείους ἀφελεῖν τι τῶν ἐκείνῳ προσ ηκόντων ἐκώλυσεν· ἀλλὰ καὶ τὰς ἑτέρωθεν ἐπιγινο μένας διεσκέδασε βλάβας. Τοῦτο γὰρ οἱ ποιμένες τὴν Ἀβιγαίαν ἐδίδαξαν, ὅτι "Ἀγαθοὶ ἡμῖν οἱ ἄνδρες 80.584 σφόδρα, καὶ οὐκ ἀπεκώλυσαν ἡμᾶς, οὐδὲ ἐπιτετά χασιν ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ' αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡσεὶ τεῖχος ἦσαν περὶ ἡμᾶς, καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα, πά σας τὰς ἡμέρας ὄντων ἡμῶν μετ' αὐτῶν, καὶ ποι μαινόντων τὰ ποίμνια ἡμῶν." Ἡ μὲν οὖν εὐεργεσία τοσαύτη· ἡ δὲ αἴτησις μετρία, καὶ τὴν σπάνιν τῶν ἀναγκαίων μηνύουσα· "Εὑρέτω γὰρ, φησὶ, τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ' ἡμέραν ἀγαθὴν ἡμεῖς ἥκομεν. ∆ὸς δὲ ὃ ἂν εὕρῃ ἡ χείρ σου τοῖς παισὶ τοῦ υἱοῦ σου ∆αβίδ." Τί διαφέρει ταῦτα τὰ ῥήματα τῶν παρὰ τῶν προσαιτούντων προσφερο μένων λόγων; Ἀλλὰ ὁ θηριώδης ἀνὴρ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ προσεπαροίνησε. "Τίς γὰρ, φησὶ, ∆αβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πεπληθυ μένοι εἰσὶν οἱ δοῦλοι, οἱ ἀποδιδράσκοντες ἕκαστος ἀπὸ προσώπου τῶν κυρίων αὐτῶν." Τῶν εὐεργεσιῶν τοίνυν ἐκείνων ὁ ∆αβὶδ μεμνημένος, καὶ τῆς πα ροινίας ἀκούσας ὥρμησεν ὁπλισάμενος. Ἐλογίσατο γὰρ, ὡς ὁ μὲν Σαοὺλ εἶχεν ἀφορμὴν τῆς ἀδικίας τὴν δυναστείαν, καὶ τὸν φθόνον τῆς βασιλείας· οὗτος δὲ οὐδεμίαν πρόφασιν ἔχων ἀλαζονείας, ταῖς ἐσχάταις κατ' αὐτοῦ λοιδορίαις ἐχρήσατο. ΕΡΩΤ. ΝΘʹ. Τί δήποτε ὀμωμοκὼς καὶ αὐτὸν, καὶ τοὺς σὺν αὐτῷ κτείνειν, παρέβη τὸν ὅρκον; Ὁ μὲν γὰρ