1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

17

λάθρα καταλιπὼν τὸ στρατόπεδον, τῆς ἐγγα στριμύθου πευσόμενος παρεγένετο· οὔτε διὰ πά σης τῆς ἡμέρας ἐκείνης. ∆εξάμενος δὲ τῆς γυναικὸς τὴν παράκλησιν ἐδείπνησε, καὶ διανυκτερεύσας κατέλαβε τὴν παράταξιν. Τοῦτο γὰρ ἐδίδαξεν ἡ ἱστο ρία· "Καὶ προσήνεγκεν ἐνώπιον Σαοὺλ, καὶ ἐν ώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον, καὶ ἀναστάντες ἀπῆλθον τὴν νύκτα ἐκείνην." Εἶτα τοῦ φωτὸς ἀνα σχόντος γέγονεν ἡ παράταξις. Ἀληθὴς τοίνυν ἡ πρόῤῥησις, ὅτι "Αὔριον σὺ ἀποθανῇ, καὶ Ἰωνάθαν υἱός σου μετὰ σοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ, καὶ σὲ δώσει Κύριος εἰς χεῖρας τῶν ἀλλοφύλων." Τούτων δὲ οὐδὲν ἔτι περιὼν ὁ θεῖος Σαμουὴλ προειρήκει, ἀλλὰ μόνην τῆς βασιλείας τὴν στέρησιν· τοῦ δέ γε Ἰωνάθαν οὐδεμίαν ἐποιήσατο μνήμην. Ἐνταῦθα δὲ καὶ αὐτοῦ, καὶ τοῦ Ἰωνάθαν προεῖπε τὸν ὄλεθρον, καὶ τοῦ λαοῦ τὴν ἧτταν, καὶ τῶν ἀλλο φύλων τὴν νίκην. Ἀλλ' ὑποπτεύουσι πλείους ἐν τῷ μεταξὺ διεληλυθέναι ἡμέρας· καὶ τὸν συγγρα 80.593 φέα, κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς, ἀναλαβεῖν τὴν περὶ τοῦ πολέμου διήγησιν. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὅτι καὶ τοῦ Σαμουὴλ τὴν τελευτὴν προειπὼν ὁ ἱστοριογράφος, πάλιν μετὰ πολλὰ ἔφη διηγήματα· "Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψατο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθὲμ τῇ πόλει αὐτοῦ." Ἀνέλαβε δὲ τουτὶ τὸ διήγημα, ἵν' ὡς ἔφην, τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγήσηται. Οὕτω καὶ τὰ κατὰ τὸν πόλεμον ἀνέλα βεν, ἵνα διδάξῃ ὅπως οἱ σατράπαι τῶν ἀλλοφύλων συμπαρατάξασθαι σφίσι τὸν ∆αβὶδ διεκώλυσαν· ὅπως δὲ τὴν Κεϊλὰν καταλαβὼν ἀνάστατον εὗρε γε γενημένην, καὶ ὅτι διώξας τοὺς Ἀμαληκίτας κατὰ κράτος ἐνίκησε, καὶ πλὴν ὀλίγων κατηκόντισεν ἅπαν τας, καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγε, τήν τε οἰ κείαν καὶ τὴν ἐκείνων. Αὐτίκα γοῦν τοῦτο πεπλη ρωκὼς τὸ διήγημα, ἀνέλαβε τὸν περὶ τοῦ πολέμου τῶν ἀλλοφύλων λόγον· καὶ ἐδίδαξεν ὅπως Ἰωνά θαν καὶ Σαοὺλ ἀνῃρέθησαν. Μαρτυρεῖ δὲ τῷ χρόνῳ καὶ ἡ τῆς δευτέρας ἱστορία τῶν Βασιλειῶν ἀρχή. "Ἐγένετο γὰρ, φησὶ, μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ ∆αβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε ∆αβὶδ ἐν Σεκελὰ ἡμέρας δύο. Καὶ ἐγένετο ἐν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ." Ἀλλὰ γὰρ ἀναγκαῖον οἶμαι πάλιν ἐν κεφα λαίῳ θεῖναι τὰ ῥήματα. Τῆς στρατιᾶς τῶν ἀλλο φύλων ἀθροιζομένης, εἶδον οἱ σατράπαι σὺν τῷ Ἀγ χοῦς τὸν ∆αβὶδ, καὶ δυσχεράναντες ἔπεισαν ὡς πολέμιον ἀπολῦσαι τὸν ∆αβίδ. Ἀναστρέψας δὲ εὗρε πορθηθεῖσαν τὴν Κεϊλάν. Εὐθὺς οὖν ὁρμήσας καὶ τοὺς Ἀμαληκίτας εὑρὼν τοῖς σκύλοις ἐντρυφῶντας, κατὰ κράτος ἐνίκησε, καὶ σὺν τοῖς οἰκείοις τὸν ἐκεί νων ἐκομίσατο πλοῦτον. Τούτων γινομένων, κατα λιπὼν ὁ Σαοὺλ τὸ στρατόπεδον, πρὸς τὴν ἐγγαστρί μυθον ἧκε. ∆εξάμενος δὲ τὴν ἀπόφασιν, καὶ μετ' ὀδύ νης δεδειπνηκὼς, διὰ πάσης μὲν τῆς νυκτὸς ἐποιή σατο τὴν πορείαν, ἕωθεν δὲ κατέλαβε τὸ στρατόπε δον. Εἶτα τῆς συμπλοκῆς γενομένης ἐσφάγη. Ἀλη θὴς τοίνυν ἡ πρόῤῥησις· θεία γὰρ ἦν· οὐ διὰ τοῦ Σαμουὴλ, ὡς οἶμαι, γεγενημένη. Ἐκείνη μὲν γὰρ εἴρηκεν ὃ ἐθεάσατο σχῆμα· ὁ δὲ Σαοὺλ ἐκ τοῦ σχή 80.596 ματος ἐτόπασεν εἶναι τὸν Σαμουήλ· ἡ δὲ ἱστορία τὸ ὀφθὲν Σαμουὴλ ὀνομάζει, διὰ τὸ οὕτω ἐκεῖνον πεπιστευκέναι. Οὕτω τοὺς ὀφθέντας τῷ Ἀβραὰμ ἀγγέλους, καὶ τὸν ἐκείνων δεσπότην, ἄνδρας ὠνό μασεν· ἐπειδὴ τοῦτο νενομικὼς ὁ πατριάρχης παρατέθεικε τράπεζαν. Οὕτω τοὺς οὐκ ὄντας θεοὺς ὀνομάζει θεοὺς καὶ ὁ Κύριος γὰρ ἡμῶν παρὰ πάντας τοὺς θεούς· οὕτω κἀνταῦθα τὸν ὀφθέντα ἐν σχήματι τοῦ Σαμουὴλ, εἴτε ἄγγελον, εἴτε φάσμα τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύον, ὠνόμασε Σαμουήλ. ἵνα πιστῶς δεξάμενος τὴν ἀπόφασιν στένων ἐξέλθῃ τὸν βίον. ΕΡΩΤ. Ξ∆ʹ. Καὶ πόθεν ἦ ἐγγαστρίμυθος τὸν Σαοὺλ ἐπέγνω; Εὐπετὲς ἦν τῷ λαοπλάνῳ δαίμονι διδάξαι τίς ὁ δια λεγόμενος. Τὸ μέντοι τὸν ∆αβὶδ μὴ συμπαρατάξα σθαι τοῖς ἀλλοφύλοις, θείας οἰκονομίας εἶναι ὑπεί ληφα. Οὐ γὰρ ἂν περιεῖδε τὸν λαὸν διολλύμενον· ἀλλὰ πᾶσαν καὶ τοῦ λαοῦ, καὶ τοῦ Σαοὺλ ἐποιή σατο πρόνοιαν. ΕΡΩΤ. ΞΕʹ. Τί δήποτε