1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

6

τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε. ΕΡΩΤ. ΙΓʹ. Τίνος χάριν Σαμουὴλ διὰ τὰς τῶν παίδων παρα νομίας οὐκ ἔτισε δίκας; Ἀδικήματα ἦν, οὐκ ἀσεβήματα, τὰ παρὰ τούτων γινόμενα. Οὔτε γὰρ γάμους διέῤῥηξαν, καὶ ταῖς τοιαύταις λαγνείαις καθύβρισαν τὴν θείαν σκηνήν· οὔτε τῇ γαστρὶ τὰ πρωτεῖα τῶν ἱερείων ἀπένειμαν, τὴν τῶν θυσιῶν ἀναστρέψαντες τάξιν. ∆ωροδοκίαν δὲ μόνον αὐτῶν ἡ ἱστορία κατηγορεῖ. Καὶ οὐδὲ ταύτην ὁ προφήτης ἠπίστατο. Πόῤῥωθεν γὰρ αὐτῶν διῆγεν. Αὐτὸς μὲν γὰρ ᾤκει τὴν Ἀρμαθὲμ, ἐκεῖνοι δὲ τὴν Βερσαβεέ. ΕΡΩΤ. Ι∆ʹ. Τίνος ἕνεκεν ἤλγησεν αἰτήσαντος τοῦ λαοῦ βασιλέα; Ἐπειδὴ παρὰ τὸν θεῖον νόμον ἡ αἴτησις ἦν. Ὁ ∆εσπότης γὰρ Θεὸς καὶ Θεοῦ καὶ βασιλέως ἐπλήρου τὴν χρείαν· ὁ δὲ προφήτης ὑπουργὸς ἦν, οἷόν τις ὕπαρχος, ἢ στρατηγὸς, ἢ δημαγωγός. Καὶ τοῦτο δε δήλωκεν ὁ Θεὸς εἰπὼν πρὸς αὐτόν· "Ἄκουε τῆς φω νῆς τοῦ λαοῦ· διότι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμὲ ἐξουθένησαν, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτοὺς, κατὰ πάντα τὰ ἔργα αὐτῶν, ἃ ἐποίησάν μοι, ἀφ' ἧς ἡμέ ρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέ ρας ταύτης," καὶ τὰ ἑξῆς. ΕΡΩΤ. ΙΕʹ. Ἀγαθὸν πῶς ὠνόμασε τὸν Σαούλ; Οὐ ψυχῆς ἀρετὴν αὐτῷ μεμαρτύρηκεν, ἀλλ' εἶ δος καὶ μέγεθος. Τοῦτο γὰρ λέγει· "Οὐκ ἦν ἀνὴρ ἀγα θὸς οὐδεὶς ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ αὐτόν· ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ἐπὶ πᾶσαν τὴν γῆν." 80.549 ΕΡΩΤ. Ι ϛʹ. Τινές φασι τὸν Σαμουὴλ ἐπὶ χρήμασι προφητεῦ σαι, τῷ εἰπεῖν τὸν Σαοὺλ, "Ἰδοὺ πορευσόμε θα, καὶ τί ἀποίσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, ὅτι οἱ ἄρτοι ἡμῶν ἐκλελοίπασι;" Τοῦτο τῆς τοῦ Σαοὺλ ὑποψίας, οὐ τῆς τοῦ προφή του δωροδοκίας τεκμήριον. Ἐτόπασε γὰρ χρῆναί τι αὐτῷ προσενεχθῆναι, ὡς ἄρχοντι καὶ προφήτῃ· ἀλλ' οὐδὲν προσενήνοχεν· ἀλλὰ τοὐναντίον φιλοφροσύνης παμπόλλης ἀπήλαυσε. Τοῦ δὲ προφήτου τὸ ἀδωρο δόκητον διδάσκουσιν αὐτοῦ οἱ λόγοι ἐπὶ τοῦ λαοῦ παντὸς εἰρημένοι. "Μόσχον γὰρ, φησὶ, τίνος ὑμῶν εἴληφα; ἢ τίνα ὑμῶν καταδεδυνάστευκα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξ ίλασμα, ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; εἴπατε κἀμοὶ, καὶ ἀποδώσω ὑμῖν." Καὶ ἐβεβαίωσε τοῦ προφήτου τοὺς λόγους ἡ τοῦ λαοῦ μαρτυρία. ΕΡΩΤ. ΙΖʹ. ∆ιατί βλέποντα τὸν προφήτην ἐκάλουν; Ὡς τὰ μέλλοντα προορῶντα. Οὐ γὰρ τῶν τοῦ σώ ματος ὀφθαλμῶν τοῦτο τὸ ὄνομα· ἀλλὰ τῆς πνευμα τικῆς θεωρίας. Τὴν μέντοι βαμὰ, ὑψηλὴν ὁ Ἀκύ λας ἡρμήνευσε· γαβαὰ δὲ, τὸν βουνόν· ξέ νους δὲ, τοὺς κεκλημένους· τὴν δὲ κωλέαν, κνή μην. Ταύτην δὲ αὐτῷ παρατέθεικεν, ὡς μέλλοντι βασιλεύειν καὶ τοῦ λαοῦ προκινδυνεύειν. Τοῦτο γὰρ ἐπήγαγεν· "Ἰδοὺ μαρτύριον, παράθες αὐτὸ ἐν ώπιόν σου, καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοῦ λαοῦ. ΕΡΩΤ. ΙΗʹ. Τίνος χάριν χρίσας αὐτὸν κατεφίλησε; Τῆς ἐνούσης αὐτῷ χάριτος μεταδέδωκε. Καὶ γὰρ καὶ ὁ Κύριος ἐμφυσήσας τοῖς ἀποστόλοις ἔφη· "Λά βετε Πνεῦμα ἅγιον." -"Ἐκ γὰρ τοῦ πληρώματος αὐ τοῦ ἡμεῖς πάντες ἐλάβομεν." Οὕτως ὁ προφήτης τὸν χειροτονηθέντα κατεφίλησε βασιλέα, ἵνα τῆς ἐνοικού σης αὐτῷ χάριτος μεταδῷ. ΕΡΩΤ. ΙΘʹ. Τί δήποτε πολλὰ δέδωκεν αὐτῷ σημεῖα; Εἶδεν αὐτὸν ἀμφιβάλλοντα, καὶ τὴν οἰκείαν ὁμολο γοῦντα πενίαν. "Οὐχ υἱὸς γὰρ, φησὶν, Ἰεμιναίου 80.552 ἀνδρὸς ἐγώ εἰμι, τοῦ σμικροτέρου σκήπτρου ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ ἡ πατριά μου ὀλιγοστὴ παρὰ πάσας τὰς πατριὰς τοῦ Βενιαμίν;" Τούτου χάριν βεβαιοῖ τὴν τῆς βασιλείας ἐπαγγελίαν ταῖς περὶ τῶν ἁπάντων προῤῥήσεσι. Καὶ πρῶτον τοὺς τὰ περὶ τῶν ὄνων αὐτῷ κομίζοντας εὐαγγέλια. Εἶτα τοὺς εἰς τὴν τοῦ Θεοῦ προσκύνησιν εἰς Βαιθὴλ ἀπιόν τας, καὶ ἐκ τῶν τῷ Θεῷ κομιζομένων ἀπαρχὰς αὐτῷ προσκομίζοντας. "Ἐρωτήσουσι γάρ σε, φησὶ, τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν." Ἔπειτα τῶν προφητῶν τὸν χορὸν, καὶ τῶν σὺν αὐτοῖς χορευόντων τὸν θίασον, αὐλοῖς καὶ κινύρᾳ κεχρημένων, καὶ ναύλαις, καὶ τυμπάνοις, καὶ τὴν ἐκεῖθεν ἐκπηδῶσαν τοῦ Πνεύμα τος χάριν, καὶ αὐτὸν προφητεῦσαι παρασκευάζου σαν. ΕΡΩΤ. Κʹ. Τί ἐστι, "Μετέστρεψεν αὐτῷ ὁ Θεὸς