1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

27

Θεός; Ἤμελλεν εἶναι ζῶν τῆς παρανομίας ἔλεγχος, 80.632 καὶ τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος. Τοῦ προφήτου τοίνυν κηδόμενος, ζῇν αὐτὸ οὐκ εἴασεν ὁ ∆εσπότης. ΕΡΩΤ. Κ ϛʹ. Τί ἑρμηνεύεται τὸ Ἰεδδίδει; Ὁ Ἀκύλας, ἕνεκεν Κυρίου, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, εἰς βασιλέα ἀφωρισμένον. ΕΡΩΤ. ΚΖʹ. Τινὲς ὡς ἀπηνῆ τὸν ∆αβὶδ ἐπιμέμφονται τοιαύ ταις τιμωρίαις τοὺς Ἀμμανίτας κολάσαντα. Ἀναμεμνῆσθαι δεῖ ὧν κατὰ τοῦ Ἰσραὴλ τετολ μήκασι. Τοὺς δεξιοὺς γὰρ αὐτῶν ὀφθαλμοὺς ἐξώρυττον· καὶ τὰς ἄλλας δὲ αὐτῶν ὠμότητας οἱ προφῆται διδάσκουσι. Τὴν ἴσην τοίνυν ὧν ἐτόλμησαν ἔτισαν ποινήν. ΕΡΩΤ. ΚΗʹ. Τὸν Ἰωναδὰβ τοῦ Σαμαὰ τὸν υἱὸν τί δήποτε φρόνιμον ὠνόμασε, τοιαύταις χρησάμενον συμ βουλίαις; Καὶ τὸν ὄφιν οὕτως ὁ Μωσῆς φρονιμώτατον εἶπεν εἶναι πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. Τοιγάρ τοι ἰστέον, ὡς οὐ πανταχῆ τὸ φρόνιμον ἐπὶ ἐπαίνου τάττειν εἴωθεν ἡ θεία Γραφή. "Σοφοὶ γάρ εἰσιν, φησὶ, τοῦ κακοποιῆσαι." -"Καὶ ἐξελέξατο, φη σὶν, ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς." Καὶ ὁ Σολομὼν ἐσοφίσατο "ὑπὲρ πάντας σοφοὺς Αἰγύπτου·" δυσσεβεῖς δὲ ἦσαν οἱ Αἰ γύπτου σοφοί. Ἐνταῦθα οὐ τὴν συμβουλὴν τοῦ Ἰωναδὰβ ἐπῄνεσεν ἡ θεία Γραφὴ, ἀλλὰ τὰς ἐκείνου φρένας, ὡς ἐπιτηδείως ἐσχηκυίας πρὸς τὸ συνορᾷν τὸ πρακτέον. Ἀλλ' οὐκ ἐχρήσατο εἰς δέον τῇ φύ σει· ἀλλὰ τῇ τοῦ Ἀμνὼν ἀκολασίᾳ συνέπραξε, καὶ τῆς τολμηθείσης παρανομίας μετέλαχεν· "Εἰ ἐθεώ ρεις γὰρ, φησὶ, κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις." Τὸν δὲ χιτῶνα τὸν ἀστραγαλωτὸν, ὁ μὲν Ἀκύλας καρπωτὸν ἡρμή νευσεν, ἀντὶ τοῦ καρποὺς ἐνυφασμένους ἔχοντα· 80.633 οἱ νῦν δὲ αὐτὸν καλοῦσι πλουμαρικόν. Ὁ δὲ Ἰώσηπος, "τὸν μέχρις ἀστραγάλων διήκοντα." Ἡ μέντοι κατὰ τὴν Θάμαρ ὑπόθεσις ἀρχή τίς ἐστι καὶ ῥίζα τῶν τῆς βασιλικῆς οἰκίας συμφορῶν. Ἤλγησε μὲν γὰρ ὁ βασιλεὺς τὴν παρανομίαν μαθών· φι λοστόργως δὲ ὡς περὶ πρωτότοκον υἱὸν τὸν Ἀμνὼν διακείμενος, τῆς πονηρᾶς πράξεως οὐκ εἰσέπραξε δίκας. Ὁ δὲ ὁμογάστριος αὐτῆς ἀδελφὸς, καὶ ἄλ λως αὐθάδης ὢν καὶ θρασὺς, παραυτίκα μὲν ἔκρυψε τὴν ὀργὴν, δύο δὲ διεληλυθότων ἐτῶν, εἰς τὴν τῶν προβάτων κουρὰν τοὺς ἀδελφοὺς συγκαλέσας, κατ έκτεινε τὸν Ἀμνών. Εἶτα πρὸς τὸν πάππον ἀπ έδραμε τὸν πρὸς μητρός. Μααχὰ γὰρ ἡ μήτηρ αὐτοῦ θυγάτηρ ἦν τοῦ Θολμὴ, ὃς τῆς Γεσσὶρ ἐβασί λευσεν. Ὁ δὲ βασιλεὺς ἐπὶ πλεῖστον ἐθρήνησεν ἀμ φοτέρους, καὶ τὸν ἀνῃρηκότα, καὶ τὸν ἀναιρεθέντα. Τριῶν δὲ διεληλυθότων ἐτῶν, καὶ τῆς ὀργῆς τῷ χρόνῳ σβεσθείσης, μηχανᾶται τοιοῦτόν τι ὁ στρατ ηγός. Ὑπέθετο γυναικί τινι συνετῇ δρᾶμα διαπλά σας, εἰς οἶκτον ἑλκῦσαι τὸν βασιλέα δυνάμενον. Ἡ· δὲ τῷ βασιλεῖ προσελθοῦσα, κατὰ τὰς ὑπο θήκας τοῦ στρατηγοῦ, χήρα μὲν ἔφησεν εἶναι, δύο δὲ μόνους παῖδας γεγεννηκέναι· τούτους δὲ εἰς ἄν δρας τελέσαντας εἰς ἔριν χαλεπὴν ἐμπεσεῖν, ἐκ δὲ τῆς ἔριδος τεχθῆναι διαμάχην· διαλῦσαι δὲ ταύτην οὐδενὸς ἐθελήσαντος, θάτερον ὑπὸ θατέρου πληγέντα τοῦ βίου τὸ τέλος καταλαβεῖν. Ἀλλ' οἱ τὴν ἔριν ἐκεί νην διαλῦσαι μὴ βουληθέντες, νῦν ἀθροισθέντες ἐκ δοθῆναι σφίσιν ἀπαιτοῦσι τὸν ἕτερον. Εἰ δὲ τοῦτο γένοιτο, ἐγὼ μὲν πρὸς τῇ χηρείᾳ, καὶ τὴν ἀπαιδίαν ὀλοφυρομένη διατελέσω· σβεσθήσεται δὲ παντάπασιν ὁ τοῦ γένους σπινθὴρ, καὶ τοῦ ἀνδρός μου ἡ μνήμη παραδοθήσεται λήθῃ· τὸν βασιλέα δὲ διὰ τούτων ᾐνίττετο, μήτε τὸν Ἀμνὼν κολάσαντα, μήτε τοῦ Ἀβεσσαλὼμ τὴν ἀθυμίαν διασκεδάσαντα· ἀνηκέ στου δὲ τοῦ πράγματος γεγονότος, διακενῆς ὀργιζό μενον. Τούτοις δὲ ὅμως καταθελχθέντος τοῖς λόγοις τοῦ βασιλέως, καὶ προστάξειν ὑπισχνουμένου τῷ στρατηγῷ παύσειν τῶν φυλετῶν τὴν ὁρμὴν, πάλιν ἡ γυνὴ θεραπευτικοῖς ἐχρήσατο λόγοις, κατακη λοῦσα τοῦ βασιλέως τὴν ἀκοήν. Ἐπειδὴ δὲ ὤμοσεν ὁ βασιλεύς· "Ζῇ γὰρ, ἔφη, Κύριος, εἰ πεσεῖται ἀπὸ τῶν τριχῶν τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν, εὐθὺς ἐπήγαγεν ἡ γυνὴ, ὡς οὐχ οἷόν τε διαφυγεῖν τὸν υἱὸν αὐτῆς τὴν σφαγὴν, μὴ πρότερον τοῦ υἱοῦ τοῦ βασι λέως ἐκ τῆς φυγῆς ἐπανελθόντος. Ἐκεῖνο γὰρ, φησὶν, ἔσται τούτου παράδειγμα. Εἰ δὲ ἐκεῖνο μὴ 80.636 γένοιτο, ἀντιλέξουσιν