1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

56

ἡ τῶν Παραλειπομένων ἱστόρησε βίβλος. Ὁ δὲ προ φήτης Μιχαίας, καὶ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος εὐνούχου χρηστὰ ἀπαγγεῖλαι παρεγγυήσαντος, οὐκ ἠνέσχετο χαρίσασθαι τὸ ψεῦδος τῷ βασιλεῖ. "Ζῇ γὰρ, ἔφη, ὁ Κύριος, ὅτι ἃ ἂν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω." ΕΡΩΤ. ΞΗʹ. Τίνος οὖν ἕνεκεν ἐρωτηθεὶς ὑπὸ τοῦ Ἀχαὰβ, Ἵνα ἀναβῶ εἰς Ῥαμὼθ Γαλαὰδ, ἔφη, Ἀνάβαινε, καὶ εὐοδώσει Κύριος ἐν χειρὶ τοῦ βασιλέως; Ἀνέμεινεν ὁρκωθῆναι, εἶθ' οὕτω φάναι τὸ ἀληθές. Ἐπειδὴ γὰρ ὑπελάμβανεν Ἀχαὰβ διὰ μῖσος τὸν προφήτην προλέγειν τὰ λυπηρὰ, πρότερον τὰ κατα θύμια εἴρηκεν. Εἶτα ὁρκωθεὶς τὰ θεῖα μεμήνυκε. Τοῦ γὰρ Ἀχαὰβ εἰρηκότος· "Ποσάκις ὁρκίζω σε ἐγὼ, ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου;" τὸ δὲ ποσάκις ἀντὶ τοῦ πολλάκις τέθει 80.741 κεν· ἐπήγαγεν ὁ Μιχαίας· "Οὐχ οὕτως," ἀντὶ τοῦ, "οὐ καλῶς, ἔφην ἐκεῖνα. Ἑώρακα γὰρ πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν, ὡς πρό βατα οἷς οὐκ ἔστι ποιμήν." ∆ηλοῖ δὲ διὰ τούτων, ὡς ἡ ἐκείνου πονηρία τὴν ἧτταν ἐργάζεται· εἰ γὰρ ποι μένος ἔτυχον εὐσεβοῦς, κατακράτος ἂν τοὺς πολεμίους ἐνίκησαν. Εἶτα καὶ τρόπον ἀποδείκνυσι σωτηρίας. "Εἶπε γὰρ, φησὶ, Κύριος· Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀποστραφήτω δὴ ἕκαστος εἰς τὸν οἶκον αὑ τοῦ ἐν εἰρήνῃ." Εἰ πιστεύοντες τῷ Θεῷ μαθεῖν βούλεσθε παρ' αὐτοῦ τὸ πρακτέον, τὴν στρατιὰν διαλύσατε. Τοῦ δὲ Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰρηκότος· "Οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει οὗτος ἐμοὶ καλὰ, ἀλλ' ἢ κακά;" εἶπεν ὁ προφήτης· "Οὐκ ἐγώ· ἄκουσον τὸν λόγον Κυρίου. Εἶδον Κύριον τὸν Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ εὐωνύμων αὐτοῦ, καὶ εἶπε· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ πεσεῖται ἐκεῖ; Καὶ εἶπεν οὕτως οὗτος, καὶ οὗτος οὕτως. Καὶ εἶπεν, Οὐ δυνήσῃ. Καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐν ώπιον Κυρίου, καὶ εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. Καὶ εἶπε Κύριος πρὸς αὐτὸ, Ἐν τίνι; Καὶ εἶπεν· Ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπατήσω αὐτόν. 80.744 Καὶ εἶπε, ∆υνήσῃ, ἔξελθε καὶ ποίησον." Ταῦτα δὲ προσωποποιία τίς ἐστι, διδάσκουσα τὴν θείαν συγ χώρησιν. Οὐ γὰρ ὁ ἀληθῶς Θεὸς καὶ τῆς ἀληθείας διδάσκαλος προσέταττεν ἀπατηθῆναι τὸν Ἀχαὰβ, ὁ διὰ τοῦ προφήτου εἰπών· "Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀναστραφήτω δὴ ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον ἐν εἰρήνῃ." ∆ιὰ τούτων τοίνυν ὁ προφήτης ἐδί δαξεν, ὡς τὸ πνεῦμα τῆς ἀπάτης, ὀργάνοις χρώ μενον τοῖς δυσσεβέσιν ἀνθρώποις, ψευδῶς ὑπισχνεῖ ται τὴν νίκην. Τοῦτο δὲ γίνεται τοῦ Θεοῦ συγχωρή σαντος. Κωλῦσαι γὰρ δυνάμενος, οὐκ ἐκώλυσεν, ἐπείπερ ὁ Ἀχαὰβ τῆς θείας ἦν κηδεμονίας ἀν άξιος. Ὁ δὲ Ἰώσηπος τὸν Μιχαίαν ἔφησεν εἶναι, τὸν ἤδη πρότερον τῷ τελαμῶνι χρησάμενον, καὶ τὰ λυπηρὰ τῷ Ἀχαὰβ προαγγείλαντα, τεκμαιρόμενος τῷ φάναι τὸν Ἀχαὰβ, ὅτι Μεμίσηκα αὐτὸν, ὅτι οὐ λέγει περὶ ἐμοῦ ἀγαθὰ, ἀλλ' ἢ κακά. Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν. Ἀλλ' οὐδὲ οὕτως ὁ προφήτης ἐξέστη τῆς παῤῥησίας, ἀλλ' ἔφη βοῶν· "Ἐὰν ἐπιστρέφων ἐπιστρέφῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί." Καὶ τούτων δὲ ἀκού σας τῶν λόγων ὥρμησεν εἰς τὸν πόλεμον· συναπῆρε δὲ αὐτῷ καὶ ὁ Ἰωσαφὰτ, τῆς οἰκείας εὐσεβείας ἀν άξια δεδρακώς. Ἐπιζητήσας γὰρ προφήτην, καὶ τοὺς ψευδοπροφήτας ἀποπεμψάμενος, καὶ τὸ πρακτέον παρὰ τοῦ Μιχαίου μεμαθηκὼς, τῆς εὐσεβείας προτε τίμηκε τὴν φιλίαν. Πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρε τὴν τῆς θείας κηδεμονίας ἀπήλαυσε. Τῶν γὰρ Σύρων ἐκ τῆς βασιλικῆς ἀμπεχόνης τοπασάντων αὐτὸν εἶναι τὸν βασιλέα Ἰσραὴλ, καὶ κατ' αὐτοῦ χωρησάντων, ὁ μὲν τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐκάλεσεν· ὁ δὲ συν τόμως αὐτῷ τὴν σωτηρίαν ἐπόρισεν. Ἡ δὲ θεία πρόῤῥησις τὸ πέρας ἐδέξατο. Τρωθεὶς γὰρ ὁ Ἀχαὰβ ἐπὶ πλεῖστον ἑστὼς ἐπὶ τοῦ ἅρματος διετέλεσεν, ἵνα μὴ τροπὴν ἐργάζηται τῇ φυγῇ· τὸ δὲ αἷμα φερόμε νον ἐνεπάγη τῷ ἅρματι. Τοῦτο παρὰ κρήνην τινὰ τῷ ἄστει πελάζουσαν ὁ ἡνίοχος