1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

40

Τὰ χορηγούμενα τῇ τραπέζῃ τοῦ βασιλέως τίνες ἀνήλισκον; Οὐχ οἱ θεράποντες μόνον, ἀλλὰ καὶ τῶν σωμα τοφυλάκων τὸ πλῆθος· ἀσπιδηφόροι καὶ δορυφόροι, καὶ οἱ συνεσθιόμενοι ἄρχοντες. ΕΡΩΤ. ΙΖʹ. Τίνες οἱ περὶ τὸν Αἰθὰμ καὶ Αἰμὰν, οὒς ἀπέκρυψεν ὁ Σολομὼν τῇ σοφίᾳ; Κατ' ἐκεῖνο καιροῦ ἦσάν τινες ἐν σοφίᾳ ἐπί 80.681 σημοι· ὅθεν αὐτῶν καὶ ὀνομαστὶ ἐμνήσθη. Ὁ δὲ Αἰθὰμ καὶ Αἰμὰν τῶν ψαλτῳδῶν ἦσαν, ἐν κινύ ραις, καὶ ναύλαις, καὶ κυμβάλοις τὸν Θεὸν ἀν υμνοῦντες. ΕΡΩΤ. ΙΗʹ. Πῶς νοητέον τὸ, "Ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου," καὶ τὰ ἑξῆς. Καὶ τὰς φύσεις, καὶ τὰς δυνάμεις, καὶ τῶν βοτα νῶν, καὶ τῶν δένδρων, καὶ μέντοι καὶ τῶν ἀλόγων ζώων πεφυσιολογηκέναι αὐτὸν εἴρηκεν· ἐντεῦθεν οἶμαι καὶ τοὺς τὰς ἰατρικὰς βίβλους συγγεγραφότας ἐρανίσασθαι πάμπολλα· καὶ τῶν θερμῶν καὶ ψυ χρῶν, καὶ μέντοι καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν συν θεῖναι τὰς τάξεις, καὶ ἥδε τῆσδε τῆς βοτάνης ὅσῳ τινὶ μέτρῳ θερμοτέρα ἢ ψυχροτέρα· καὶ τοῦδε τοῦ ζώου τόδε τὸ μόριον τίνος πάθους ἀλεξιφάρμακον· οἷον ἡ τῆς ὑαίνης χολὴ, ἢ τὸ λεόντειον στέαρ, ἢ τὸ ταύρειον αἷμα, ἢ τῶν ἐχιδνῶν αἱ σάρκες. Περὶ τού των γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν συγγεγράφασιν, ἐκ τῶν Σολομῶντι συγγεγραμμένων εἰληφότες τῶν πρώτων τὰς ἀφορμάς. ΕΡΩΤ. ΙΘʹ. Τί ἐστι, "Καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς τῇ θυγατρὶ αὐτοῦ, γυναικὶ Σολομῶντος; Ἃς εἷλε πόλεις προῖκα αὐτῇ δέδωκε, τῷ Σολο μῶντι κατεγγυήσας. ΕΡΩΤ. Κʹ. Πῶς νοητέον τὸ, "Ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὑτοῦ, χρῖσαι τὸν Σο λομῶντα ἀντὶ ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ; Χρίσιν τὴν χειροτονίαν ἐκάλεσεν· οὐχ ὅτι ὁ ἀλ λόφυλος ἔχριε τοῦ Ἰσραὴλ τὸν βασιλέα· ἀλλ' ὡς πα τρῷος φίλος, σύμψηφος ἐγένετο τῇ βασιλείᾳ. ΕΡΩΤ. ΚΑʹ. Τὸ μαχεὶρ τί σημαίνει; Μέτρον ἑρμηνεύεται· "Ἔδωκε γὰρ, φησὶν, ὁ Σο λομὼν τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρων πυροῦ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βὲθ ἐλαίου κεκομμένου." Τὸ δὲ βὲθ οἱ ἄλλοι βάτον ἡρ 80.684 μήνευσαν. Ὁ δὲ βάτος μέτρον ἐστὶ Παλαιστίνων, ἑβδομήκοντα καὶ τέσσαρας χόας χωροῦν, ὡς Ἰώσηπος ἔφησεν. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε οὐκ εὐθὺς βασιλεύσας, ἀλλ' ἐν τετάρτῳ ἔτει τῆς οἰκοδομίας ἤρξατο; Τὰς ὕλας ηὐτρέπισε πρότερον· εἶθ' οὕτω κατέπηξε τὰ θεμέλια· τοῦτο καὶ ὁ ἱστοριογράφος ἐδίδαξε· "Καὶ ἡτοίμασε τοὺς λίθους, καὶ τὰ ξύλα, τρισὶν ἔτεσιν εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου." ΕΡΩΤ. ΚΓʹ. Εἰ λίθοις ἀπελεκήτοις τὸν ναὸν ᾠκοδόμησε, ποῦ τοσούτων ἐδεῖτο λατόμων; Αὐτὸν τὸν ναὸν ἐξ ἀπελεκήτων ᾠκοδόμησε λίθων, τῆς θείας Προνοίας τοιούτους αὐτοφυεῖς εὑρεθῆναι λίθους ἐθελησάσης, ὥστε μηδενὸς εἰς ἁρμονίαν δεη θῆναι σιδήρου, ἀλλ' ὑπὲρ πᾶσαν οἰκοδομικὴν τέχνην ἀλλήλοις συναρμοσθῆναι. Τοῖς δὲ τμητοῖς λίθοις τὸν τοῦ ἱεροῦ περίβολον ἐδομήσατο, καὶ τὰ βασίλεια, καὶ τὸ τῆς μητροπόλεως τεῖχος, καὶ τὰς ἄλλας πόλεις, ἃς ὀχυρωτέρας ἀπέφηνεν. Ἐν κεφαλαίῳ δὲ τοῦ νεὼ τὴν οἰκοδομίαν ἐκφράσω. Τούτου τὸ μῆκος ἑξήκον τα πήχεων ἦν, εἴκοσι δὲ τὸ εὖρος. Ἐτέτραπτο δὲ οὐ πρὸς ἕω· ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιον ἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου ∆εσπό την. Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς θείας Γραφῆς τεσσαράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ εὖρος εἰρηκυίας, τὸ μῆκος ἑξήκοντα εἶπον ἐγώ. Μετ' ὀλίγα γὰρ καὶ τῶν ἄλλων εἴκοσι ἐπιμέμνηται, τὰ ἅγια τῶν ἁγίων ἐπιδεικνῦσα. Ταῦτα καὶ ∆αβεὶρ ὀνομάζει. Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ὁ ἄλλος ναὸς ἦν, εἴκοσι δὲ τῶν ἁγίων τὰ Ἅγια. Συνῳκοδό μηντο δὲ τῷ ναῷ καὶ ἔξωθεν οἰκίσκοι ἕτεροι, ὥστε καὶ τὴν οἰκοδομὴν συνέχειν, καὶ μηδένα τῶν Λευϊ τῶν προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις. Μόνοις γὰρ τοῖς ἱερεῦσιν εἰσιτητὸν ἦν εἰς τὸν πρῶτον ναὸν τὸν καλούμενον Ἅγια· εἰς δὲ τὸ ἄδυτον καὶ ἀνάκτορον, ἅπερ Ἅγια τῶν ἁγίων ὠνόμασεν, οὐδὲ τούτοις ἐπι βαίνειν ἐξῆν. Μόνος γὰρ ὁ ἀρχιερεὺς τῶν ἀψαύστων κατατολμᾷν ἐπετέτακτο· καὶ οὐδ' οὗτος ἀεὶ, ἀλλ' ἐν τῷ ἑβδόμῳ μηνὶ, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ. Ἐν δέ γε τοῖς οἰκίσκοις ἐκείνοις, τοῖς ἐν κύκλῳ τοῦ ναοῦ δεδο 80.685 μημένοις, τὰ τῆς θείας λειτουργείας ἀπετίθεντο σκεύη. Τοῦ δὲ τοῦ ναοῦ