1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

68

ἐγὼ δίδωμι 80.789 πνεῦμα ἐν αὐτῷ," τὴν δειλίαν οἶμαι δηλοῦν. Καὶ γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· "Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας. Ἡ δὲ τοῦ Θεοῦ πρόῤῥη σις εὐθὺς τὸ τέλος ἐδέξατο. Φήμης γὰρ θρυλληθείσης ὡς τῶν Αἰθιόπων ὁ βασιλεὺς ἐπεστράτευσε, δείσας ὁ Σεναχηρεὶμ ὑπεχώρησε τῆς πάσης δυσσεβείας με στὴν ἀποστείλας ἐπιστολήν. Ἀλλὰ ταύτην ὁ σοφώ τατος βασιλεὺς ἀναπτύξας ἐν τῷ ναῷ, τὴν θαυμασίαν ἐκείνην προσενήνοχε φωνήν· "Κύριε παντοκρά τωρ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν." Ἐκεῖνοί σε, φησὶν, ἕνα νομίζουσι τῶν πολλῶν τῶν οὐκ ὄν των· ἐγὼ δέ σε μόνον οἶδα Θεὸν, ποιητὴν τῶν ἁπάν των· "Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· καὶ ἄκου σον τῶν λόγων Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα." Τὸ δὲ, "Κλῖ νον καὶ ἄκουσον," ἀνθρωπίνως τέθεικε, μετ' εὐμε νείας δεχθῆναι τὴν ἱκετείαν ἀντιβολῶν. "Ἐπ' ἀλη θείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων καὶ τὰ ἔθνη, καὶ τὴν γῆν αὐτῶν, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ ἦσαν θεοὶ, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς." Τοῦτο, φησὶ, τὸν ἀνόσιον τοῦτον ἐκίνησεν εἰς ἀσέβειαν. Ὠήθη γὰρ ὅμοιόν σε εἶναι τῶν οὐκ ὄντων θεῶν· ἀλλὰ τῇ πείρᾳ μαθέτω, ∆έσποτα, ὅσον τὸ διάφορον ἀληθινοῦ Θεοῦ καὶ ψευδοῦς. Ἀλλὰ 80.792 γὰρ περιττὸν οἶμαι ταυτολογεῖν. Ταῦτα γὰρ τὸν προ φήτην Ἡσαΐαν ἑρμηνεύων ἀνέπτυξα. Συντόμως τοί νυν ἐρῶ, ὡς τὴν ἱκετείαν ὁ ∆εσπότης δεξάμενος, νύ κτωρ ἐν ἀκαρεῖ ὀκτὼ καὶ δέκα μυριάδας τῶν Ἀσ συρίων, καὶ πεντακισχιλίους, τῷ θανάτῳ παρέπεμ ψεν. Ὁ δὲ Σεναχηρεὶμ τὸν θάνατον διέφυγεν· ἵνα πᾶσι μηνύσῃ ὅση τοῦ Θεοῦ τῶν Ἰουδαίων ἡ δύνα μις. Εὐθὺς δὲ παρὰ τῶν παίδων ἐδέξατο τὴν δικαίαν πληγήν. Ἐπειδὴ γὰρ κατὰ τοῦ πεποιηκότος ἐλύτ τησεν, ὑπὸ τῶν φύντων ὑπέμεινε τὴν ἀναίρεσιν. Ἀρα ρὰτ δὲ τὴν Ἀρμενίαν ἐκάλεσεν. Ἡ γὰρ προφητεία τοῦ Ἡσαΐου ταύτην ἔχει τὴν ἑρμηνείαν. Καὶ τὰ περὶ τῆς ἀῤῥωστίας δὲ ἐν τῇ τοῦ θεσπεσίου Ἡσαΐου προφητείᾳ δῆλα πεποιηκὼς, παρέλκον οἶμαι δὶς τὴν αὐτὴν ἑρμηνείαν ποιήσασθαι. Τὸ μέντοι κατὰ τὸν ἥλιον θαῦμα εἰς πᾶσαν τὴν οἰκουμένην δι έδραμε. Πᾶσι γὰρ ἐγένετο γνώριμος ἀναστρέψας ὁ ἥλιος. Οὗ δὴ χάριν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, καὶ τὸν ὄλεθρον ἐγνωκὼς, καὶ τὰ κατὰ τὸν ἥλιον παραδόξως γεγενημένα μεμαθηκὼς, καὶ πρέσβεις καὶ δῶρα τῷ τῶν Ἰουδαίων ἀπέστειλε βασιλεῖ· καὶ οὓς ἐξανδραποδίζειν εἰώθεσαν, τούτους ὡς κρείττους ἐτίμησαν. Οὕτως αὐτοὺς ἐπισήμους ὁ παρ' αὐτῶν θεραπευθεὶς Θεὸς ἀπέφηνεν. ΕΡΩΤ. ΝΓʹ. Τί δήποτε μέμψιν ὑπέμεινεν Ἐζεκίας ὁ βασιλεὺς, τοὺς θησαυροὺς τοῖς τῶν Βαβυλωνίων πρε σβευταῖς ὑποδείξας; Ὅτι δέον τοῦ Θεοῦ διδάξαι τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν ἧς ἔτυχε, τὸν πλοῦτον ὑπέδειξε, τὸν οὐδὲν ἔχοντα μόνιμον. Ὅτι δὲ οὐ φύσις, ἀλλὰ γνώμη ἐν τοῖς ψυχικοῖς κρατεῖ, μαρτυρεῖ Μανασσῆς, τὴν εὐσεβῆ τοῦ πατρὸς πολιτείαν καταλιπὼν, καὶ τὴν ἐναντίαν ὁδεύσας. "Ὠκοδόμησε γὰρ, φησὶ, τὰ ὑψη λὰ, ἃ κατέσκαψε καὶ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῷ Βάαλ· καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐ ρανοῦ· καὶ ἐδούλευσεν αὐτοῖς." Στρατιὰν δὲ λέγει τοῦ οὐρανοῦ, τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέ ρας· καὶ τὸ πάντων δυσσεβέστατον, "ᾠκοδόμησε θυσια στήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν, Ἐν Ἱερουσα 80.793 λὴμ θήσω τὸ ὄνομά μου." Καὶ οὐχ ἓν μόνον, ἀλλὰ πλεῖ στα. Πάσῃ γὰρ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δύο αὐ λαῖς οἴκου Κυρίου ᾠκοδόμησε· καὶ ἐκληδονίζετο, καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ γνώστας ἐπλήθυνε. Κληδὼν δέ ἐστιν ἡ διὰ λόγων παρατήρη σις· οἰώνισμα δὲ ἡ διὰ πτηνῶν. Γνώστας δὲ οἶμαι τοὺς δι' ἥπατος μαντευομένους κληθῆναι. Τὸ δὲ πάντων ἀνοσιώτατον, τὸ ἐν τῷ θείῳ στῆσαι ναῷ τὸ τῆς ἀκολάστου δαίμονος ἄγαλμα. "Ἔθηκε γὰρ, φησὶ, τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ Κυ ρίου." Καὶ τὰ ἑξῆς διδάσκει