1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

53

τρεῖς, οὐδὲ τέσσαρας, οὐδὲ πέντε, καὶ δέκα, ἀλλ' ἑκατὸν διχῆ διελών. Καὶ οὐκ ἔδεισε τῆς κρατούσης μιαιφονίαν, ἀλλὰ πάντων προετίμησε τὴν εὐσέβειαν. Ἔπειτα δὲ τὸν μέγαν Ἠλίαν ἰδὼν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν· "Εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλίας;" Καὶ τὰ ἑξῆς δὲ δείκνυσιν αὐτοῦ τὴν εὐσέβειαν. "Ἔσται γὰρ, φησὶν, ὅτε ἀπέλθω ἀπὸ σοῦ, καὶ Πνεῦμα Κυρίου ἄρῃ σε εἰς γῆν ἣν οὐκ οἶδα." Ἀνδρὸς γὰρ ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν. ΕΡΩΤ. Νʹ. Τί δήποτε, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ λατρεύειν, ὁ Ἠλίας ἐν τῷ Καρμήλῳ θυσιαστή ριον ᾠκοδόμησεν; Ὅτι "Τῷ δικαίῳ νόμος οὐ κεῖται," κατὰ τὸν θεῖον Ἀπόστολον, "ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις." Καὶ γὰρ τὸν Ἰσραὴλ διὰ τὴν εὐκολίαν τῆς γνώμης ἐν ἑνὶ χωρίῳ λατρεύειν ἐνομοθέτησε, ἵνα μὴ λαβόντες ἄδειαν προσκυνήσωσι καὶ τοῖς ψευδωνύμοις θεοῖς. Ὁ δὲ προφήτης δεῖξαι ἠβουλήθη τῶν μὲν λαοπλάνων δαιμόνων τὸ ἀσθενὲς, τοῦ δὲ Θεοῦ τῶν ὅλων τὸ παντοδύναμον· ἀγαγεῖν δὲ αὐτοὺς εἰς τὸν ἐν Ἱεροσο λύμοις ναὸν οὐχ οἷόν τε ἦν, διχῆ τῆς βασιλείας διῃρημένης. Ὅθεν αὐτοὺς ἀνήγαγεν εἰς τὸν Κάρμη λον, ἔνθα τὰς πλείους ἐποιεῖτο διατριβάς. ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον· "Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφο τέραις ταῖς ἰγνύαις ὑμῶν;" Καὶ τὸν Θεὸν προσεκύνουν, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Ὅθεν ἐπήγαγεν· "Εἰ ἔστι Κύριος ὁ Θεὸς, δεῦτε καὶ πορευθῶμεν ὀπίσω αὐτοῦ. Εἰ δὲ ὁ Βάαλ ἐστὶν, πορεύεσθε ὀπίσω αὐτοῦ." Οὔτε ὁ Θεὸς βούλεται, φησὶ, τιμᾶσθαι τοὺς ψευδωνύμους θεοὺς, οὔτε αὐτοὶ τὸν ἀληθινὸν προσκυνεῖσθαι Θεόν. Ὑμεῖς δὲ ταῦτα κἀκεῖνα ποιεῖτε, καὶ οὐδετέρῳ φυλάτ τετε βεβαίαν τὴν εὔνοιαν. ΕΡΩΤ. ΝΗʹ. Τίνος ἕνεκα τοῖς ἱερεῦσι τοῦ Βάαλ τὸν πίονα βοῦν ἐκ λέξασθαι, καὶ πρώτοις ἐπιτελέσαι τὴν θυσίαν προσέταξεν; Ὁ ὄντως Θεὸς οὐδενὸς τούτων ἐνδεής ἐστιν. Ἵνα τοίνυν καταισχυνθέντες οἱ τοῦ ψεύδους ὑπηρέται μὴ εἴπωσι χαλεπαίνειν τὸν Βάαλ, ὡς μὴ τὸ πρῶτον δεξάμενον γέρας, τῶν πρωτείων αὐτοῖς παρεχώρη 80.732 σεν. Ἐπεὶ δὲ καὶ τούτων γεγενημένων οὐδὲν ἐπέ ραινον· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ἐπικερτομῶν αὐτοῖς ἔλεγεν ὁ προ φήτης· "Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ἅμα, μή ποτε ἀδολεσχία τις αὐτῷ ἐστι· μήποτε χρηματίζει αὐτὸς, ἢ μήποτε καθεύδει, καὶ ἐξαναστήσεται." Εἰκὸς αὐτὸν, φησὶ, καθεύδειν, ἢ ἕτερά τινα πρυτα νεύειν, ἢ περὶ ἄλλα σχολάζειν, ὅθεν ἑνὸς οὐκ ἐπαΐῃ καλοῦντος. Προσήκει τοίνυν κοινῇ πάντας βοῆσαι, ἵνα τὸ μέγα τῆς βοῆς ἐξελάσῃ τὸν ὕπνον. Ὑπήχθη σαν δὲ τοῖς λόγοις οἱ λίαν ἀνόητοι, καὶ κοινὴν ἀφῆκαν βοὴν, καὶ κατετέμνοντο ἐν μαχαίραις καὶ σειρομάσταις ἑαυτοὺς ἕως ἐκχύσεως αἵματος. Μιαι φόνοι γὰρ ὄντες οἱ τῶν ἀνθρώπων ἀλάστορες τοῖς τῶν ἀνθρώπων αἵμασιν ἐπιτέρπονται. Οὗ δὴ χάριν τοῦτον αὐτοὺς τὸν τρόπον οἱ ἱερεῖς ἐθεράπευον. Καὶ τοῦτο δεδήλωκεν ὁ συγγραφεὺς εἰρηκὼς, "Κατετέ μνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν." Τούτων οὕτως τὴν ἀπάτην γυμνώσας, καὶ τῷ τῶν πρωτείων παρα χωρῆσαι, καὶ τῷ πᾶσαν αὐτοῖς σχεδὸν τὴν ἡμέραν ἐνδοῦναι, περὶ αὐτὰς τὰς ἡλίου δυσμάς· τοῦτο γὰρ ἡ ἱστορία δεδήλωκεν· ὡς "Ἐγένετο γὰρ, φησὶν, ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν·" συνήθροισε μὲν ἅπαντα τὸν λαὸν, ἰσαρίθμους δὲ τῶν φυλῶν αὐτῶν, οὐ τῶν δέκα, ἀλλὰ τῶν δυοκαίδεκα λίθους κομισθῆναι κελεύσας, τὸ κατεσκαμμένον τοῦ Θεοῦ θυσιαστήριον ᾠκοδόμησε· καὶ τὰ ξύλα συντεθεικὼς, τὸ ἱερεῖον ἐπέθηκεν. Ἐν κύκλῳ δὲ διορύξας, δοχεῖον ἐποίησεν ὕδατος. Τοῦτο ὁ μὲν Ἑβραῖος θααλὰ προσηγόρευ σεν, ὁ δὲ Ἰώσηπος δεξαμενήν. Προσ ήνεγκε δὲ οὐ πῦρ, ἀλλ' ὕδωρ τοῖς ξύλοις. Ἰσαρίθμους γὰρ πάλιν τῶν φυλῶν ἀμφορέας ἐνεχθῆναι κελεύ σας, καὶ τούτους ὕδατος ἐμπλήσας, ἐπέχεεν τῇ θυσίᾳ. Οὐχὶ ἅπαξ δὲ μόνον, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς τοῦτο πεποίηκε, τῆς προσκυνουμένης πάλιν Τριάδος ἐμφαίνων τὸν ἀριθμόν. Βοῇ δὲ χρησάμενος ἱκέτευσε τὸν τῶν πατέρων Θεὸν δεῖξαι τὸ διάφορον, καὶ τὸν ἐξαπατημένον ἐπιστρέψαι λαὸν, καὶ θεοσδό τῳ πυρὶ τὴν θυσίαν ὁλοκαυτῶσαι· καὶ τῆς εὐχῆς μηδέπω δεξαμένης τὸ πέρας, κατηνέχθη τὸ πῦρ,