1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

69

τὴν τῆς ἀσεβείας ὑπερ βολήν. ΕΡΩΤ. Ν∆ʹ. Πῶς νοητέον τὸ, "Ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας;" Ταῖς αὐταῖς, φησὶ, καὶ τούτους περιβαλῶ συμφο ραῖς. Καὶ ὥσπερ ἐκείνων τοὺς μὲν ὁ λιμὸς, τοὺς δὲ ὁ πόλεμος ἐδαπάνησε, τοὺς δὲ λοιποὺς ἐξανδραπο δίσαντες εἰς ἑτέραν μετέστησαν γῆν· οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ οἰκοῦσι τοσαύτας τιμωρίας ἐποίσω. Καὶ ὥσπερ τοῦ Ἀχαὰβ τὸν οἶκον πανωλεθρίᾳ παρέδωκα· οὕτω τῆς Ἱερουσαλὴμ μεταβαλῶ τὴν ὑπερ ηφανίαν εἰς εὐτέλειαν. Οὐ γὰρ μόνον εἰς τὴν τῶν εἰδώλων ἐλύττησε πλάνην, ἀλλὰ καὶ αἷμα ἀθῶον ἐξ έχεε Μανασσῆς σφόδρα, ἕως οὗ ἐνέπλησε τὴν Ἱε ρουσαλὴμ στόμα ἐπὶ στόμα. Ἀνῄρει δὲ δια φερόντως τοὺς τῆς εὐσεβείας ἀντεχομένους, καὶ τὴν θείαν ὀργὴν αὐτοῖς σημαίνοντας. Τοῦτόν φασι καὶ τὸν προφήτην Ἡσαΐαν διαπρίσαι ξυ λίνῳ χρησάμενον πρίονι. Ἀλλ' οὗτος μὲν, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία, μετα μελείᾳ χρησάμενος τῆς ἀφέσεως ἔτυχεν. Ἀμ μὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν τοῦ πατρὸς ἐμιμήσατο πονηρίαν· τὴν δὲ μεταμέλειαν οὐκ ἐζήλωσεν. Ὁ δὲ ἔκγονος τὴν ἄκραν ἤσκησεν ἀρετὴν, καὶ τοῦ προ γόνου ∆αβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. Καὶ πρῶτον μὲν τὰ θεραπείας δεόμενα τοῦ θείου νεὼ πάσης ἐπι μελείας ἠξίωσεν· ἔπειτα τῶν θείων λογίων ἀκούσας, τῶν ἐν τῷ ∆ευτερονομίῳ κειμένων, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐπὶ πλεῖστον ἐθρήνησε, καὶ μαθεῖν τὸ πρακτέον περὶ τοῦ Θεοῦ τῶν ὅλων ἐζή τησεν. Εἰς τοσαύτην δὲ τῶν θείων ἀμέλειαν ἐξώκει λαν ἅπαντες, ὡς μηδὲ τῶν θείων ἐπακούειν λογίων. Τοῦτο γοῦν τὸ βιβλίον ἔν τινι τῶν ἱερῶν οἴκων Χελ κίας ὁ ἀρχιερεὺς ἐῤῥιμμένον εὑρὼν, ἀπέστειλε τῷ 80.796 βασιλεῖ. Ὁ δὲ βασιλεὺς τὰ ἐγκείμενα γνούς, καὶ τοὺς ἀρχιερέας, καὶ τοὺς ἄρχοντας πρὸς Ὀλδὰν ἀπ έστειλε τὴν προφῆτιν. Ὁ δὲ Θεὸς διὰ ταύτης κατὰ μὲν τοῦ λαοῦ, καὶ τοῦ ναοῦ, καὶ τῆς πόλεως, τὴν ψῆφον ἐξήνεγκε διὰ τὰς παρ' αὐτῶν τολμηθείσας παρανο μίας· τῷ εὐσεβεῖ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· "Ἀνθ' ὧν γὰρ, φησὶν, ἤκουσας τῶν λόγων μου, καὶ ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου· καί γε ἐγὼ ἤκουσα, φησὶ Κύριος. Οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ· καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ, ἃ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν." Τοσοῦτον κατά νυξις καὶ δάκρυον τοὺς χρωμένους ὀνίνησι· τοσοῦ τον εὐσεβὴς εὐεργετεῖ βασιλεὺς, ὅσον οἱ δυσσεβεῖς τοῖς ἀρχομένοις πημαίνονται. Ὥσπερ γὰρ Ἀμμὼν καὶ Μανασσῆς εἰς ἀσέβειαν ἐξέκλιναν τὸν λαὸν, καὶ ἄλση φυτεύσαντες, καὶ τεμένη τοῖς δαίμοσιν ἀναστήσαντες· οὕτως Ἰωσίας ὁ εὐσεβὴς βα σιλεὺς τὰ τῷ Βάαλ, καὶ τῇ Ἀστάρτῃ, καὶ τοῖς ἄλλοις εἰδώλοις κατασκευασθέντα σκεύη ἐν τῷ χει μάῤῥῳ τῶν κέδρων συνέτριψε καὶ ἐχώνευσεν· ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε. Τὸ δὲ Μαζουρὼθ ἀστέρος οἶμαι ὄνομα εἶναι, καὶ τοπάζω τὸν ἑωσφόρον οὕτως ὠνομάσθαι. Ἔφη γὰρ οὕτως· "Καὶ ἐθυμίων τῷ Βάαλ, καὶ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς Μαζουρὼθ, καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ." ΕΡΩΤ. ΝΕʹ. Τίνα λέγει τὸν οἶκον τῶν Καδησεὶμ, τῶν ἐν οἴκῳ Κυρίου; Ὁμωνύμως ἐκάλεσεν ἁγίους τοὺς δαίμονας. Τὸ γὰρ Κάδης ἅγιος ἑρμηνεύεται. "Ἐν τούτῳ δὲ τῷ οἴκῳ ὕφαινον, φησὶν, αἱ γυναῖκες στολὰς τῷ ἄλσει." Τὸ δὲ ἄλσος, ὡς ἔφην πολλάκις, οἱ ἄλλοι ἑρμηνευταὶ ἢ Ἀσηρὼθ, ἢ Ἀσταρὼθ ὀνομάζουσιν. Ὄνομα δὲ τοῦτο τῆς Ἀφροδίτης· αὐτὴν γὰρ καλοῦσιν Ἀστάρτην. Ταύτης δὲ καὶ τὸ ξόανον ἔνδον ἔστησαν ἐν τῷ θείῳ ναῷ. Ἀλλ' ὁ ἀξιάγα στος βασιλεὺς καὶ τὸ ἄλσος ἐξέκοψε, καὶ τὸ ξόανον ἐξενήνοχε, καὶ πυρὶ παραδέδωκεν· οἱ δὲ περὶ τὸν 80.797 Ἀκύλαν τὸ καδησεὶμ οὕτως ἡρμήνευσαν, "Οὗ ἐποίουν ἐνδύματα τοῖς ἐκπορνεύουσιν ἀπὸ Κυ ρίου." Ὅτι δὲ ὑψηλὰ οὐ μόνον οἱ τῶν εἰδώ λων ἐκαλοῦντο βωμοὶ, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς χωρίοις δομηθέντα τῷ Θεῷ θυσιαστήρια, πάλιν ἡ ἱστορία διδάσκει. Λέγει γὰρ οὕτως· "Πλὴν