1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

67

τοῦ ἱερέως ἀποσταλέντος, καὶ τὸν νόμον διδάσκοντος, "Τὸν Κύριον, φησὶν, αὐτοὶ ἐφοβοῦντο, καὶ τοῖς θεοῖς δὲ αὐτῶν ἐλάτρευον κατὰ τὸ κρῖμα τῶν ἐθνῶν." Ὅθεν ἀπῴκισεν αὐ τοὺς ἐντεῦθεν ἕως τῆς ἡμέρας ταύτης. Οὕτως ἐποίουν κατὰ τὸ κρῖμα αὐτῶν τὸ ἀπ' ἀρχῆς. Ταῦτα περὶ τῶν Σαμαρειτῶν εἰρηκὼς, ἐπὶ τὴν Ἰούδα μετ έβη φυλὴν, καὶ τὸν Ἐζεκίαν ἠγάσθη, ὡς τῷ ∆α βὶδ παραπλησίως τὸν τῶν ὅλων τεθεραπευκότα Θεόν. Οὐ γὰρ μόνον τὰς στήλας συνέτριψε, καὶ τὰ ἄλση συνέκοψεν, ἀλλὰ καὶ τὰ ὑψηλὰ ἐξῆρεν, ὅπερ οὐ δεὶς τῶν πρὸ αὐτοῦ πεποίηκε. Συνέτριψε δὲ καὶ τὸν χαλκοῦν ὄφιν, ὃν ὁ μέγας Μωσῆς κατεσκεύασεν, οὐχ ἵνα προσκυνῆται, ἀλλ' ἵνα προτυπώσῃ τὸ σω τήριον πάθος· "Τούτῳ, φησὶν, ὁ λαὸς θυμιῶν διετέ λεσε, καὶ ἐκάλεσαν αὐτὸν Νεεσθάν." Τοῦτο δὲ ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ κείμενον εὗ ρον, "Χαλκὸς αὕτη." Οἱ δὲ λοιποὶ, τὸν Νεε σθὰν Νάας. Ἐντεῦθεν οἶμαι καὶ τοὺς ὀφίτας, αἵρεσις δὲ αὕτη δυσσεβεστάτη, Ναασηνοὺς ὀνομά ζεσθαι. 80.785 ΕΡΩΤ. Νʹ. Τί ἐστιν, "Εἰς τὸ τέλος τριῶν ἐτῶν;" Τρία τέλεια, φησὶν, ἔτη ἐπὶ τῆς Σαμαρείας κατ έσχεν ἡ πολιορκία. ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε δῶρα δώσειν τῷ Σεναχηρεὶμ ὁ Ἐζεκίας ὑπέσχετο; Ἄχαζ ὁ πατὴρ αὐτοῦ τὸν Θεγλαθφαλασὰρ εἰς συμ μαχίαν κατὰ τῶν Σύρων καλέσας, φόρον τελέσειν ὑπέσχετο. Τοῦτον ἐκεῖνος διετέλεσε παρέχων. Ὁ δὲ Ἐζεκίας τὸν ἐπικείμενον δασμὸν οὐκ ἐξέτισε· τὴν δὲ στρατιὰν θεασάμενος, δώσειν ὑπέσχετο, καὶ ἔδωκε τριακόσια τάλαντα ἀργυρίου, καὶ τριακόσια τάλαντα χρυσίου. Τοσοῦτον γὰρ ὁ Ἀσσύριος δασμὸν παρέχειν ἐκέλευσεν. ΕΡΩΤ. ΝΒʹ. Τί δήποτε τὸ Θεῖον θεραπεύειν σπουδάζων, ἐκ τῶν ἱερῶν χρημάτων παρέσχε τὸν φόρον; Οὐκ ἀπέχρων οἱ βασιλικοὶ θησαυροί. Ἔθος οὖν ἐν ταῖς τοιαύταις ἀνάγκαις καὶ τοὺς ἱεροὺς θη σαυροὺς δαπανᾷν, καὶ πάλιν αὐτοὺς ἐκ τῶν πολε μίων ἀναπληροῦν. Ἡ ἀνάγκη δὲ παρεσκεύασε καὶ τὰς πύλας χωνεῦσαι τὰς χρυσᾶς, ἃς οὗτος κατ εσκεύασε, καὶ τοὺς σταθμοὺς τῶν θυρῶν. Τούτους γὰρ ἐστηριγμένα οἶμαι κληθῆναι· ἵνα μὴ πολέμῳ κρατήσας ὁ Σεναχηρεὶμ, καὶ τὸν ναὸν καὶ τὴν πόλιν ἐμπρήσῃ· καὶ ἐνταῦθα δὲ πάλιν δεδήλωκεν ὁ τὴν ἱστορίαν συγγράψας, ὅτι οὐ μόνον τὰ τεμένη τῶν εἰ δώλων ὑψηλὰ ὀνομάζουσιν, ἀλλὰ καὶ τὰ τῷ Θεῷ τῶν ὅλων ἐν τοῖς ὑψηλοῖς τόποις δεδομημένα θυσια στήρια. "Ἐὰν γὰρ εἴπητε, φησὶ, πρός με, Ἐπὶ Κύ- ριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν· οὐχὶ αὐτὸς Ἐζε κίας ἀπέστησε τὰ ὑψηλὰ αὐτοῦ, καὶ τὰ θυσιαστή ρια αὐτοῦ, λέγων τῷ Ἰούδα καὶ τῇ Ἱερουσαλὴμ, Ἐνώπιον τοῦ θυσιαστηρίου προσκυνήσατε ἐν Ἱερουσαλήμ;" Καὶ ταῦτα ἔλεγεν ὁ Ῥαψάκης, Ἑβραῖος ὢν οἶμαι, πρὸς ἐκείνους αὐτομο 80.788 λήσας, ἢ τοῖς ἐξανδραποδισθεῖσιν ἤδη συναπαχθεὶς, καὶ ὡς εὔνοιαν δείξας τοῖς Ἀσσυρίοις τὴν στρατη γίαν θαῤῥηθείς· τῇ γὰρ Ἑβραΐδι φωνῇ χρώμενος ἐποιεῖτο τοὺς λόγους· αὐτίκα γοῦν αὐτὸν οἱ ἄρχον τες διαλεχθῆναι Συριστὶ παρεκάλεσαν, ὥστε μὴ γνῶναι τὸν λαὸν τὰ γενόμενα. Ἐκεῖνος δὲ μαθὼν ἀνιᾷν τοὺς ἄρχοντας τὸ τὸν λαὸν ἐπαΐειν τῶν λεγομένων, τῇ Ἑβραίων φωνῇ χρώμενος τὰς δυσ σεβεῖς ἐκείνας βλασφημίας ἐτόλμησε, τοῖς ψευδω νύμοις θεοῖς τὸν ἀληθινὸν ἀπεικάσας Θεόν. Ἀλλ' ὁ σοφώτατος βασιλεὺς, οὐχ ὅπλα ταῖς ἐκείνου βλασ φημίαις, ἀλλὰ προσευχὴν καὶ δάκρυα, καὶ σάκκον ἀντέταξε, καὶ τὸν προφήτην Ἡσαΐαν γενέσθαι πρε σβευτὴν ἠντιβόλησεν. Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ ῥήματα. "Ἡμέρα γὰρ, ἔφη, θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ οὐκ ἔστιν ἰσχὺς τῇ τικτούσῃ." Ἐμπιπράμεθα, φησὶ, καὶ ἐξαπτόμεθα τῷ θυμῷ, τῶν ἀῤῥήτων ἐκείνων βλασφημιῶν ἐπ ακούσαντες, κολάσαι δὲ τοὺς ἄνδρας ἐκείνους τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. Ὅθεν ἱκετεύομεν τὸν τῶν βλασφημιῶν ἐκείνων ἀκηκοότα ∆εσπότην, διδάξαι τοὺς ἀνοσίους, ὡς οὐκ ἔστιν εἷς τῶν καλουμένων θεῶν. Παραυτίκα δὲ τὴν ἱκετείαν δεξάμενος ὁ φιλάνθρω πος Θεὸς, ἀπεσκέδασε τοῦ βασιλέως τὸ δέος. "Ἰδοὺ γὰρ, ἔφη, δίδωμι πνεῦμα ἐν αὐτῷ, καὶ ἀκού σεται ἀγγελίαν πονηρὰν, καὶ ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτῶν." Τὸ δὲ, "Ἰδοὺ