1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

24

Κύριε." Ἐθαύ μασα, φησὶ, τὴν τῶν ἐπηγγελμένων ὑπερβολὴν, εἰς ἐμαυτὸν ἀποβλέψας· σμικρὰ δὲ ταῦτα τῇ σῇ δυνάμει παραβαλλόμενα. Ἔπειτα τὸν ὕμνον ἐκτεί νας, καὶ βεβαιωθῆναι τὰς ἐπαγγελίας ἀντιβολήσας, ἐπήγαγε· "Καὶ νῦν, Κύριέ μου, Κύριε, τὸ ῥῆμα ὃ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου, καὶ ὑπὲρ τοῦ οἴκου αὐτοῦ πιστωθήτω ἕως αἰῶνος." Καὶ ὅτι τὴν ἐπαγγελίαν ἐκείνην ἱκέτευε βεβαιωθῆναι, τὰ ἐπαγόμενα μαρτυρεῖ· "Ὅτι σὺ, Κύριε παντο κράτωρ ὁ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων, Οἶκον ἐκεῖνον οἰκοδομήσω σοι." Σὺ, φησὶν, ἀγνοοῦντα ἐδίδαξας, ὅτι τὸν οἶκον ἐκεῖνον οἰκοδομήσεις, δι' οὗ περίβλεπτος ἔσομαι πᾶσιν ἀνθρώποις· ταύτην ἐμπεδωθῆναι τὴν ἐπαγγε λίαν παρακαλῶ. ΕΡΩΤ. ΚΒʹ. Πῶς νοητέον τὸ, "Ἐπάταξε ∆αβὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίῳ, κοιμί σας αὐτοὺς ἐπὶ τὴν γῆν;" Τοσοῦτον ἦν τῆς νίκης τὸ κράτος, καὶ τοσοῦτον τῶν ζωγρηθέντων τὸ πλῆθος, ὡς μὴ ἀνασχέσθαι τούτους ὑποβαλεῖν ἀριθμῷ. Ἐκέλευσε γὰρ αὐτοὺς ἐπὶ τῆς γῆς καταβληθῆναι πρηνεῖς, τριχῆ δι ελών· καὶ τὰς μὲν δύο μοίρας κατέκτεινε· τὴν δὲ μίαν ἐζώγρησε, καὶ φόρον φέρειν ἐκέλευσε. Τοὺς μέν τοι χλιδῶνας τῶν Σύρων τοὺς χρυσοῦς κλοιοὺς ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐμὰθ δὲ τὴν Ἐπιφάνειαντῆς Συρίας. ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τὰ ἅρματα τῶν Σύρων τὰ πλεῖστα δι έλυσεν; Ὁ θεῖος παρακελεύεται νόμος, μὴ πολλοῖς ἵπποις 80.621 κεχρῆσθαι τοὺς βασιλέας, ἵνα μὴ αὐτοῖς, ἀλλὰ τῇ θείᾳ δυνάμει θαῤῥῶσι. Τοῦτον τηρῶν τὸν νό μον, τὰ πλεῖστα τῶν ἁρμάτων διέλυσεν. Ἔστι δὲ αὐτοῦ ἀκοῦσαι καὶ ἐν τοῖς Ψαλμοῖς μελῳδοῦντος, καὶ λέγοντος· "Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται." Πεπλήρωκε δὲ καὶ Ἰσαὰκ τοῦ πατριάρχου τὴν εὐλογίαν τὴν τῷ Ἰακὼβ δοθεῖσαν· "Γίνου γὰρ, ἔφη, κύριος τοῦ ἀδελ φοῦ σου." Αὐτὸς δὲ τὴν Ἰδουμαίαν ἐπάταξε, καὶ ἔθετο φρουρὰν ἐν αὐτῇ. Τὸ δὲ, "Πάσῃ τῇ Ἰδουμαίᾳ ἔθηκεν ἐστηλωμένους," δηλοῖ ὡς ἐν ἑκάστῃ πόλει κατέστησε τοὺς φρουρούς. Οὓς γάρ τινες καλοῦσιν ἐγκαθέτους, ἐστηλωμένους ὠνόμασεν. Εἶτα ἐπ ήγαγε· "Καὶ ἐγένοντο, φησὶ, πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ ∆αβίδ." Ἐπέθηκε τοίνυν τῇ προγονικῇ προῤῥήσει τὸ τέλος. Ὁ δὲ συγγραφεὺς διηγεῖσθαι μέλλων τὴν παρανομίαν, ᾗ περιπέπτωκεν ὁ θεῖος ἀνὴρ, ἀναγκαῖον ᾠήθη πρῶτον ἐπιδεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν· ἵνα γνῶμεν ὡς οὐ γνώμης ἦν, ἀλλὰ περιστάσεως τὸ πλημμέλημα. "Ἦν γὰρ, φησὶ, ∆αβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην εἰς πάντα τὸν λαὸν αὐτοῦ." Εἶτα λέγει τοὺς ἄρχοντας, ὅτι ὁ δεῖνα μὲν τήνδε τὴν ἀρχὴν, ὁ δεῖνα δὲ τήνδε ἐπιστεύθη. Ἐμνήσθη δὲ καὶ τῶν ἱερέων, τοῦ Σαδὼκ καὶ τοῦ Ἀβιάθαρ. Ἐνταῦθα δὲ οἶμαι γραφικὸν εἶναι ἁμάρτημα. Οὐ γὰρ ὁ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, ἀλλ' ὁ Ἀβιάθαρ υἱὸς Ἀχιμέλεχ. Τὸν δὲ Φελεθὶ καὶ τὸν Χερεθὶ, τοὺς σφενδονήτας καὶ τοὺς τοξότας κα λεῖ. Ὁ δὲ περὶ τοὺς ἐχθροὺς φιλάνθρωπος, οὐκ ἄρα ἤμελλεν ἀμνημονήσειν τῶν φίλων. Ὅθεν ἤρετο, "Εἰ ἔστι τις ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;" ∆ιὰ γὰρ τὴν περὶ τοῦτον εὔνοιαν παρεώρα τὴν ἐκείνου δυσμένειαν. Εἶτα ἀξιοῖ τὸν Μεμφι βαὰλ θεραπείας, πάντων μὲν αὐτὸν ἀποφήνας εἶναι τῶν τοῦ Σαοὺλ κτημάτων δεσπότην· συνεῖναι δὲ αὐτῷ κελεύσας, καὶ ὁμοδίαιτον εἶναι διηνεκῶς. 80.624 ΕΡΩΤ. Κ∆ʹ. Πῶς τοῦ Ἀδρααζὰρ τὴν πανωλεθρίαν προει ρηκὼς, πάλιν αὐτὸν εἶπεν εἰς συμμαχίαν τῶν Ἀμμανιτῶν ἀφικέσθαι; Τοῦ Ἀδρααζὰρ ἧτταν εἶπε, σφαγὴν οὐκ εἶπε. Συνᾴδει δὲ καὶ τὰ νῦν εἰρημένα τοῖς ἔμπροσθεν. "Ἀπέστειλε γὰρ, φησὶν, Ἀδρααζὰρ, καὶ ἐξήγαγε τὸν Σύρον, τὸν ἐν τῷ πέραν τοῦ ποτα μοῦ Χαλαμά." Εἰ δὲ δύναμιν εἶχεν οἰκείαν, οὐκ ἂν ἑτέρας προσεδεήθη. Ὅσον μέντοι ὀνίνησι συμφορὰ, καὶ θλῖψις, καὶ μέριμνα, καὶ ἐκ τῆσδε τῆς ἱστορίας μανθάνομεν. ∆ιωκόμενος γὰρ, φησὶν, ὑπὸ τοῦ Σαοὺλ ὁ θεῖος ∆αβὶδ, πᾶσαν κατώρθου φιλοσοφίαν· καὶ παραταττόμενος δὲ, καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν, κατὰ τοὺς θείους ἐπολιτεύετο νό μους.