1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

3

ὅτ' ἂν ὁ μὲν Ἡλεὶ νοήσῃ ὅτι Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ τοῦ Θεοῦ διαγγέλλων, μὴ ὑποπτευθῇ, ὡς πλασάμενος τὴν ἀποκάλυψιν· ἀλλὰ πιστευθῇ, ὅτι ἀληθῶς ὁ Θεὸς ἀπο κάλυψιν ἀνήγγειλεν. ΕΡΩΤ. Ζʹ. Τίνος χάριν ὁ Ἡλεὶ δίκας ὑπὲρ τῶν παίδων ἔτισε, καὶ ταῦτα παραινέσας αὐτοὺς τὰ προσ ήκοντα; Οὐκ ἠπίων ἐδεῖτο φαρμάκων ἡ τῶν παίδων παρα νομία, ἀλλ' αὐστηροτάτων καὶ δριμυτάτων. Ἔδει τοίνυν μετὰ τὴν πρώτην καὶ δευτέραν παραίνεσιν τῇ πονηρίᾳ προσμείναντας ἐξελάσαι τῶν ἱερῶν περιβόλων. Οὐ γὰρ μόνον αὐτοὶ παρηνόμουν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνοντο παρανομίας ἀρχέτυπον. Ἐπειδὴ δὲ προτετίμηκε τοῦ πεποιηκότος τὴν φύσιν, τῆς θεοσδότου χάριτος ἐγυμνώθη. Τοῦτο γὰρ αὐτῷ καὶ διὰ τοῦ προφήτου δεδήλωκεν ὁ Θεός· "Ἵνα τί γὰρ, φησὶν, ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου, καὶ ἐπὶ τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ, καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ, ἐν εὐλογεῖσθαι ἀπαρχὴν πάσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου; ∆ιὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἶπον, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος. Καὶ νῦν οὐχ οὕτω, φησὶ Κύριος, μηδαμῶς ἐμοὶ, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθή σονται." Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν· αἰνίττεται δὲ πά σης τῆς Ἰουδαϊκῆς ἱερωσύνης τὴν παῦλαν. "Εἶ 80.537 πον γὰρ, φησὶν, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος." Τοῦτο δὲ οὐ τῷ Ἰθάμαρ ὑπέσχετο, ἀλλὰ τῷ Ἀαρών. Οὐκοῦν κατὰ πάσης αὐτῶν ἀπεφήνατο τῆς φυλῆς. Καὶ μαρτυρεῖ τὰ ὁρώμενα. Ἐξ οὗ γὰρ ὁ ∆εσπότης ἐσταυ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται. Τοῦτο δηλοῖ καὶ τὰ ἐπ αγόμενα. "Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, καὶ ἐξολο θρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα τοῦ οἴκου τοῦ πατρός σου, καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ. Καὶ ἐπιβλέψει κραταίωμα ὂν ἐν πᾶσιν οἷς ἀγαθύνει τὸν Ἰσραήλ. Καὶ οὐκ ἔσται πρεσβύ της πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ σου." -"Κρα ταίωμα δὲ ὂν" τοῦ ὄντος λέγει Θεοῦ. "Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν." Καὶ Ἱερεμίας, "Ὁ ὢν, ∆έσποτα Κύριε." Τούτου κραταίωμα κέκληκε τὴν ἱε ρωσύνην, τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο δὲ σαφέστερον μετ' ὀλίγα δεδήλωκεν. "Ἀναστήσω γὰρ, ἔφη, ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρ δίᾳ μου, καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκο δομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον τῶν χριστῶν μου πάσας τὰς ἡμέρας." Ταῦτα δὲ ἁρμόττει ἀνθρώπων μὲν οὐδενὶ, μόνῳ δὲ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὃς ἀρχιερεὺς ἡμῶν κατὰ τὸ ἀνθρώπινον ὠνομάσθη. "Ἔχοντες γὰρ, φησὶν, ἀρχ ιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Κύριον ἡμῶν." Καὶ πάλιν· "Οὐ γὰρ ἔχομεν ἀρχιε ρέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χω ρὶς ἁμαρτίας." Καὶ τὸ "πάσας τὰς ἡμέρας," οὐ προσῆκεν ἀνθρώποις θνητοῖς ὀλίγον βιοτεύουσι χρό νον. Χριστοὺς δὲ αὐτοὺς κέκληκε τοὺς ἱεροὺς ἀπο στόλους, καὶ τοὺς τὴν ἐκείνων διαδεξαμένους δι δασκαλίαν. Οὐκοῦν ἡ πρόῤῥησις κυρίως μὲν ἁρμότ τει τῷ Σωτῆρι Χριστῷ· κατὰ δὲ ἱστορίαν τῷ Σα δοὺκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχ ιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο. ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον τὸ, "Ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἢ κατασκευασθῆναι;" Αἰνίττεται ὁ λόγος, ὡς εὐθὺς μετὰ τὴν ἑσπέραν, ἀρξαμένων τῶν ἀνθρώπων καθεύδειν, ἐπεφάνη τῷ Σαμουὴλ ὁ ∆εσπότης Θεός. Ἐν ἑσπέρᾳ γὰρ τὸν ἱε 80.540 ρὸν λύχνον ἅπτειν εἰώθασι· περὶ μέσας δὲ τὰς νύ κτας ἐπέβαλλον ἔλαιον. Τὸν καιρὸν τοίνυν ὁ συγ γραφεὺς δηλῶσαι θελήσας, ἔφη μηδέπω κατασκευα σθῆναι τὸν λύχνον. ΕΡΩΤ. Θʹ. Τί δήποτε κομιδῇ νέῳ ὄντι τῷ Σαμουὴλ ὁ τῶν ὅλων ὤφθη Θεός; Εἰς ἔλεγχον τοῦ γεγηρακότος ἀρχιερέως τὸ μει ράκιον ἠξιώθη τῆς θείας ἐπιφανείας. Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι. Αὐτίκα γοῦν ὁ Ἡλεὶ μετὰ τὴν τρίτην κλῆσιν συνεὶς ὡς ὁ Θεός ἐστιν ὁ κα