1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

76

Ἐδίδαξε δὲ αὐτὸν καὶ πόσου σταθμοῦ προσήκει εἶναι τὰς λυχνίας τὰς χρυσᾶς, πόσου δὲ τὰς τραπέζας. Ὡσαύτως δὲ καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας. Καφ φωρὲ δὲ καλεῖ σκεύη τινὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἐν οἷς ἐφύρων τὴν σεμίδαλιν τῷ ἐλαίῳ. Καὶ ἄλλα δὲ πάντα διεξελθὼν, ἐπήγαγε· "Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε ∆αβὶδ τῷ Σολομῶντι, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν, τοῦ συνιέναι τὴν κατ εργασίαν τοῦ παραδείγματος." Ἐπισημαντέον δὲ, ὡς ἄνω μὲν ἐν πνεύματι δεδόσθαι τὴν γνῶσιν εἴρη κεν· ἐνταῦθα δὲ, ἐκ χειρὸς Κυρίου. Κύριος ἄρα τὸ πανάγιον Πνεῦμα, κἂν μὴ θέλωσιν οἱ τῷ Πνεύματι πολεμοῦντες. Μετὰ διορισμοῦ δὲ τὴν θείαν αὐτῷ κη δεμονίαν ὑπέσχετο. "Οὐκ ἀνήσει γάρ σε, φησὶν, οὐδὲ μὴ ἐγκαταλίπῃ, ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν οἴκου Κυρίου." Οἰκοδομῶν γὰρ ηὐσέβει, καὶ τῆς θείας προνοίας ἀπήλαυσε· μετὰ δὲ τὴν οἰκο δομίαν, εἰς ἀσέβειαν ἀποκλίνας, ἔρημος τῆς θείας κηδεμονίας ἐγένετο. Ὅτι δὲ καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο, ἡ ἱστορία διδάσκει. "Λίθους γὰρ, φησὶν, ὄνυχος, καὶ λίθους πληρώσεως, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ λίθους Παρίους εἰς πλῆθος." ∆είξας δὲ ὁπόσας μυριάδας ταλάντων χρυσοῦ καὶ ἀργύρου συνήγαγε, καὶ χαλκὸν καὶ σί δηρον ὑπερβαίνοντα τοὺς τῶν ἀνθρώπων λογισμοὺς, προέτρεψε τοὺς ἄρχοντας ἑκόντας προσενεγκεῖν δῶρα τῷ ∆εσπότῃ Θεῷ. Τοῦτο γὰρ ἔφη· "Καί τις ἑκου σιάσεται πληρῶσαι τὰς χεῖρας αὑτοῦ σήμερον τῷ Κυρίῳ;" Τὴν δὲ τοῦ λαοῦ θεασάμενος προθυμίαν, ὕμνον τῷ μεγαλοδώρῳ ∆εσπότῃ Θεῷ προσήνεγκε. "Τίς γὰρ, φησὶν, εἰμὶ ἐγὼ, καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν τοῦ ἑκουσιάσασθαί σοι οὕτως, ὅτι σά ἐστι τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. Ὅτι πάροικοί ἐσμεν ἐναντίον σου, καὶ παρεπίδημοι καθὼς πάντες οἱ πατέρες ἡμῶν ἐσμεν, καὶ ὡσεὶ σκιαὶ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς." Οὕτω τῆς ἀν θρωπίνης φύσεως τὴν ἀσθένειαν ὁμολογήσας, ᾔτησε καὶ τῷ λαῷ, καὶ τῷ βασιλεῖ τῆς εὐσεβείας τὴν κτῆ σιν. "∆ὸς γὰρ αὐτῷ, φησὶ, καρδίαν ἀγαθὴν τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου." Εἶτα πάντα τὸν λαὸν κοι νωνῆσαι τῆς ὑμνῳδίας παρεγγυᾷ, καὶ κοινῇ πάντας κλῖναι τὰ γόνατα, καὶ προσενεγκεῖν τὴν προσκύνησιν. Ἔπειτα χιλιόμβην προσενεγκὼν, καὶ θυσίας ἑτέρας ἐπιτελέσας, τοῦ λαοῦ παρόντος ἐχειροτόνησε τὸν υἱόν. Τὸ δὲ, "Ἐκάθισε Σολομὼν ἐπὶ θρόνου Κυρίου εἰς βασιλέα ἀντὶ ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ," ἀντὶ τοῦ, "Εἰς τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα θρόνον ἐκάθισε." ∆ηλοῖ δὲ τῆς προτέρας ἱστορίας τὸ τέλος, ὡς καὶ Σαμουὴλ ὁ ὁρῶν, καὶ Νάθαν δὲ ὁ προφήτης, καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἶχον συγγεγραμμένας. 80.820

ΕΙΣ ΤΗΝ ∆ΕΥΤΕΡΑΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Ἡ δευτέρα τῶν Παραλειπομένων βίβλος διδά σκει, ὡς ἡ σκηνὴ μὲν, ἣν ὁ

μέγας Μωσῆς κατ εσκεύασεν, ἐν τῇ Γαβαὼν εἱστήκει, ἡ δὲ κιβωτὸς ἐν τοῖς βασιλείοις, τῇ ἑτέρᾳ κεκαλυμμένη σκηνῇ. Ὁ δὲ Σολομὼν ἐν τῷ Μωσαϊκῷ θυσιαστηρίῳ χιλιόμβας ἱερατεύσας, ἱκέτευσε τὸν Θεὸν καὶ σοφίας τυχεῖν καὶ συνέσεως. Τῷ δὲ Χειρὰμ ἐπιστέλλων, τὴν οἰ κείαν θεογνωσίαν ἀπέδειξε· "Τίς γὰρ, φησὶν, ἰσχύσει οἰκοδομῆσαι οἶκον τῷ Θεῷ, ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, οὐχ ὑποίσουσιν αὐτόν; Καὶ τίς εἰμι ἐγὼ ὁ οἰκοδομῶν αὐτῷ οἶκον, ἀλλ' ἢ τοῦ θυμιᾷν κατέναντι αὐτοῦ;" Τὴν ἐμαυτοῦ, φησὶ, χρείαν πλη ρῶ. Τὴν αὐτοῦ γὰρ χωρῆσαι φύσιν οὐδὲ ὁ ὑπέρτερος οὐρανὸς δύναται· προσφέρειν δὲ αὐτῷ τὸ δυνατὸν ἐμοὶ βουλόμενος σέβας, χειροποίητον οἶκον οἰκοδομῶ. Ὅσον δὲ ὀνίνησιν ἡ τῶν εὐσεβῶν φιλία, δεδήλωκεν ὁ Χειρὰμ ἀντιγράφων. Οὕτως γὰρ ἔφη· "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὃς ἔδωκε τῷ βασιλεῖ ∆αβὶδ υἱὸν σοφὸν, καὶ εἰδότα φρόνησιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ