1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

58

τὴν Ἠλιοῦ τοῦ μεγάλου ἀνάληψιν, τὸν τῆς χάριτος κληρονόμον συναθροισθέντες ἔπεισαν ἀποστεῖλαί τινας εἰς ἐπιζήτησιν τοῦ κοινοῦ διδα σκάλου· καὶ ἀπέστειλαν εὐζώνους πεντήκοντα· τοὺς γὰρ τοιούτους υἱοὺς δυνάμεως προσηγόρευσεν, ἀντὶ τοῦ, δυνατούς. Ἐκ δὲ τῶν ἀποσταλέντων σκοπητέον τῶν ἀποστειλάντων τὸ πλῆθος. 80.749 ΕΡΩΤ. Ζʹ. Τί δήποτε, τοῦ Ἑλισσαίου διπλῆν τοῦ πνεύμα τος τὴν χάριν αἰτησαμένου, ὁ μέγας εἶπεν Ἠλίας, Ἐσκλήρυνας τοῦ αἰτῆσαι; Οὐ φθονῶν τῆς χάριτος τῷ μαθητῇ τοῦτο ἔφη, ἀλλὰ τῶν ἄλλων ἀνθρώπων κηδόμενος. Ἐπειδὴ γὰρ τρισὶν ἔτεσι καὶ μησὶν ἓξ λιμῷ δυσσεβοῦντας τοὺς ἀνθρώπους ἐπαίδευσεν· ἀνάγκη δὲ ἦν, τὸν τῆς διπλῆς κληρονομοῦντα χάριτος διπλάσια ἐργάσασθαι θαύ ματα· ἓν δὲ τούτων ἦν ἡ διὰ τοῦ λιμοῦ τιμωρία· φειδοῖ κεχρημένος εἶπεν· "Ἐσκλήρυνας τοῦ αἰτῆ σαι." Τοῦτο δὲ καὶ ἐκ τῆς ἱστορίας μανθάνομεν. Ἑπτὰ γὰρ ἔτεσιν ἐπηνέχθη τοῖς ἀνθρώποις ἡ τι μωρία. ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον· "Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ;" Οἱ τῶν ἄλλων ἐθνῶν βασιλεῖς ἵπποις κεχρημένοι καὶ ἅρμασι παρετάττοντο. Τούτου χάριν τὸν μέγαν Ἠλίαν ἅρμα Ἰσραὴλ καὶ ἱππέα προσηγόρευσεν. ὡς ἀποχρῶντα καὶ μόνον καταλῦσαι τοὺς πολεμίους, καὶ παρασχεῖν τοῖς ὁμοφύλοις τὴν νίκην. ΕΡΩΤ. Θʹ. Πῶς νοητέον· "Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοῦ ἀφφῶ; ∆ιαβῆναι βουληθεὶς τὸν Ἰορδάνην ὁ προφήτης ἐμι μήσατο τὸν διδάσκαλον, καὶ τῇ μηλωτῇ τὸ ὕδωρ ἐπά ταξεν οὐδὲν εἰρηκὼς, ἀλλ' ἀποχρῆν νομίσας εἰς θαυ ματουργίαν τὴν μηλωτήν. Ἐπειδὴ δὲ οὐχ ὑπήκουσε τῶν ὑδάτων ἡ φύσις, ἐκάλεσε τὸν τοῦ διδασκάλου Θεὸν, τὸν τοῖς ἀνθρώποις ἀόρατον καὶ ἀνέφικτον. Ἀφφὼ γὰρ ὁ κρύφιος ἑρμηνεύεται, κατὰ τὴν ἔκδοσιν τῶν ἄλλων ἑρμηνευτῶν. ΕΡΩΤ. Ιʹ. Τίνος χάριν δι' ἁλῶν τὴν πικρὰν τῶν ὑδάτων ἰάσατο φύσιν; Μωσῆς ὁ μέγας ξύλον ἐμβαλὼν τὴν πικρὰν τῶν ὑδάτων ποιότητα εἰς γλυκεῖαν μετέβαλεν. Οὗτος δὲ τοῖς ἁλσὶ τῆς λυμαντικῆς ἠλευθέρωσεν ἐνεργείας. Ῥᾴδιον γὰρ τῷ ∆εσπότῃ Θεῷ καὶ βουλήσει, καὶ λόγῳ, καὶ δι' ὧν ἐθέλει, μεταβάλλειν τῶν στοιχείων τὰς φύσεις. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι· Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νω κηδεί; Οἱ ἄλλοι ἑρμηνευταὶ τὸ νωκηδεὶ "ἀρχιποιμένα" ἡρμήνευσαν. ∆ηλοῖ δὲ καὶ τὰ ἑξῆς, "Καὶ ἦν φέρων 80.752 φόρον τῷ βασιλεῖ Ἰσραὴλ ἑκατὸν χιλιάδας ἀρνῶν, καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων." Ἀντὶ ἐγκωμίου μέντοι περὶ τοῦ Ἑλισσαίου εἰρήκασιν, ὅτι ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιοῦ. Τοσ οῦτον εἶχον θαῦμα τοῦ μεγάλου προφήτου. Ἡ δὲ χρεία καὶ τοὺς δυσσεβοῦντας βασιλέας ἠνάγκασε πρὸς τὸν πανεύφημον Ἑλισσαῖον δραμεῖν. Ὁ δὲ τῇ τοῦ διδασκάλου παῤῥησίᾳ χρησάμενος, "Τί ἐμοὶ καὶ σοὶ, ἔφη; ∆εῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου, καὶ πρὸς τοὺς προφήτας τῆς μητρός σου." Η δὲ ἀνάγκη καὶ τοὺς θρασεῖς ἐπιεικεῖς ἀπεργάζεται. Αὐτίκα γοῦν ὁ Ἰωρὰμ πράως ὑπολαβὼν ἔφη· "Μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τούτους, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;" Ἀλλ' οὐδὲ οὕτως ἔπεισε τὸν προφήτην, μὴ διελέγξαι αὐτοῦ τὴν ἀσέβειαν. Ἔφη γάρ· "Ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα ἂν πρὸς σὲ, καὶ εἶδόν σε." Τῆς χρείας οὖν κατενεγκάσης τῆς δυναστείας τὸν τύφον, εἰς και ρὸν ὁ ἔλεγχος προσεφέρετο. ΕΡΩΤ. ΙΒʹ. Πῶς νοητέον τὸ, "Λάβετέ μοι ψάλλοντα;" Ὁ θειότατος ∆αβὶδ, καὶ βασιλικῆς καὶ προφητι κῆς χάριτος ἠξιωμένος, καὶ τὴν ἱερατικὴν σοφῶς ἔταξε λειτουργίαν, καὶ τοὺς μὲν ἱερέας κατὰ τὸν Μωσαϊκὸν νόμον ταῖς σάλπιγξι κεχρῆσθαι προσ έταξε, τοὺς δὲ Λευΐτας ταῖς κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις, καὶ τοῖς ἄλλοις ὀργάνοις. Ἐχρῶντο δὲ οὗτοι τῇ πνευματικῇ τοῦ ∆αβὶδ μελῳδίᾳ. Τούτων ἕνα μετακληθῆναι προσέταξεν ὁ προφήτης. Ἐκείνου δὲ ψάλλοντος, ἡ τοῦ πνεύματος χάρις τὸ πρακτέον ἐσήμαινεν· ἐν γὰρ τῷ χειμάῤῥῳ βόθρους μεγίστους ὀρυγῆναι προσέταξεν· ἵνα τῆς χαράδρας πόῤῥωθεν ἐνεχθείσης, πληρωθῶσιν οἱ βόθροι τοῦ ὕδατος, καὶ τὴν χρείαν παράσχωσι τῷ στρατῷ. Ἐπισημαντέον δὲ, ὡς χεῖρα Κυρίου τὴν πνευματικὴν ὠνόμασε χά ριν. Ἐγένετο γὰρ,