1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

11

∆εσπότην, διὰ σταυροῦ τῆς τυραννίδος ἐξέπεσε. Καὶ ὥσπερ τοῦ ∆αβὶδ νενικηκότος, ἡ τοῦ Ἰσραὴλ στρατιὰ τὸ τῶν ἀλλοφύ λων κατηκόντισε στίφος, οὕτω τοῦ ἡμετέρου Θεοῦ, καὶ Σωτῆρος τὸν διάβολον καταλύσαντος, οἱ πε πιστευκότες εἰς αὐτὸν τὴν τῶν δαιμόνων ἐτρέψαντο φάλαγγα ΕΡΩΤ. ΜΒʹ. Μηδέπω τὴν Ἱερουσαλὴμ οἰκήσας, πῶς εἰσ εκόμισεν εἰς αὐτὴν τὴν τοῦ ἀλλοφύλου κε φαλήν; Οἱ Ἰεβουσαῖοι μὲν ἔτι κατῴκουν αὐτήν. ∆εδίττε σθαι δὲ αὐτοὺς ἐθελήσας, ἐπέδειξεν αὐτοῖς τοῦ μεγάλου ἀριστέως τὴν κεφαλήν. ΕΡΩΤ. ΜΓʹ. Πῶς ἠγνόησεν ὁ Σαοὺλ τὸν ∆αβίδ; ∆υοῖν θάτερον νοητέον· ἢ ὅτι κορυβαντιῶν οὐκ 80.569 ᾐσθάνετο τῇ κινύρᾳ χρωμένου· ἢ ὅτι ὁ φθόνος αὐτὸν παρεκίνησεν ἀκριβῶς μανθάνειν ὅθεν ἐστίν. ΕΡΩΤ. Μ∆ʹ. Τί ἐστι μανδύας; Εἶδός ἐστιν ἐφεστρίδος. Οἶμαι δὲ ἢ ἀρκαδίκιν εἶναι, ἢ τὸ παρὰ πολλῶν μαντίον ὀνομαζόμε νον. Καὶ γὰρ τῶν Ἑβδομήκοντα εἰρηκότων περὶ τοῦ μεμηνυκότος τῷ Ἡλεὶ τῶν υἱῶν τὴν ἀναίρεσιν, ὅτι διεῤῥηγμένα τὰ ἱμάτια εἶχεν, ὁ Ἀκύλας ἔφη "μαν δύαν διεῤῥηγμένον." Καὶ τῶν Ἀμμανιτῶν ὁ βασιλεὺς τῶν πρὸς αὐτὸν ἀποσταλέντων παρὰ τοῦ μακαρίου ∆αβὶδ τοὺς πώγωνας ἐξύρισε, καὶ τῶν μανδυῶν ἀφεῖλε τὸ ἥμισυ, ἕως τῆς ἀναβολῆς τῶν ἰσχίων αὐτῶν. ΕΡΩΤ. ΜΕʹ. Τί ἐστιν, "Ἠγάπησεν αὐτὸν ψυχὴν ἀγαπῶν τος αὐτόν; Ὁ Ἀκύλας ἔφη· "Κατὰ τὴν ψυχὴν αὑτοῦ." Τοῦτο καὶ ὁ θεῖος νόμος παρεγγυᾷ· "Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν." ΕΡΩΤ. Μ ϛʹ. Πῶς νοητέον τὸ, "Πνεῦμα πονηρὸν ἔπαισε τὸν Σαοὺλ, καὶ προεφήτευσεν ἐν μέσῳ τοῦ οἴκου αὑτοῦ;" Οἱ ψευδοπροφῆται ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργούμενοι τοῖς Κορυβαντιῶσιν ἐοίκασι. Τοῦτο καὶ ὁ Σαοὺλ ὑπέμεινεν ὑπὸ τοῦ δαίμονος ἐνοχλούμενος. Τὸ δὲ προεφήτευσεν ὁμωνύμως τέθεικεν. Καὶ γὰρ τοὺς ψευδοπροφήτας προφήτας ὠνόμαζον, καὶ θεοὺς τοὺς ψευδωνύμους θεούς. Ἀλλ' ἐκεῖνος μὲν τῆς θείας χάριτος ἐγυμνώθη· ὁ δὲ ∆αβὶδ ταύτης φιλοτίμως ἀπήλαυε· καὶ ψάλλων τὴν μὲν τοῦ δαίμονος ἐκείνου μανίαν ἐπράϋνε, τὸν δὲ τοῦ Σαοὺλ οὐκ ἔπαυε φθόνον. Ὅσῳ δὲ πλέον εὐηργέτητο, τοσούτῳ πλέον κατασφάττειν ἠπείγετο. Καὶ τὴν αἰχμὴν ἀφεὶς κατ' αὐτοῦ, καὶ διαμαρτὼν, ἔγνω μὲν ὅτι Κύριος ἦν μετ' αὐτοῦ, διετέλει δὲ πολεμῶν. Περὶ δὲ τοῦ ∆αβὶδ ἡ θεία λέγει Γραφὴ, ὅτι "Ἦν συνιὼν ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ. Καὶ Κύριος παν τοκράτωρ μετ' αὐτοῦ. Οὕτω δὲ τὸ πανάγιον ὠνό μασε Πνεῦμα. Ταύτης γὰρ ἦν ἠξιωμένος τῆς χά ριτος. 80.572 ΕΡΩΤ. ΜΖʹ. Τί δήποτε καὶ φθονῶν τῷ ∆αβὶδ, καὶ λίαν αὐτῷ ἐχθραίνων, τὴν θυγατέρα αὐτῷ κατηγ γύησεν; Ἐδίδαξεν ἡ ἱστορία τὸν ἐκείνου σκοπόν. Εἶπε γὰρ, φησὶ, Σαούλ· "Μὴ ἔστω ἡ χείρ μου ἐπ' αὐτὸν, ἀλλ' ἔστω ἐν αὐτῷ ἡ χεὶρ τῶν ἀλλοφύλων." Καὶ πάλιν· "∆ώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάν δαλον, καὶ ἔσται ἐπ' αὐτὸν ἡ χεὶρ τῶν ἀλλοφύ λων." Τοιγαροῦν ἐπιβουλῆς ἦν, οὐκ εὐεργε σίας ὁ γάμος. ΕΡΩΤ. ΜΗʹ. Τίνος χάριν οὐ κεφαλὰς, ἀλλ' ἀκροβυστίας ᾔτησεν; Πονηροῖς χρησάμενος λογισμοῖς, ἐτόπασεν ὅτι τῶν ὁμοφύλων τινὰς ἀνελὼν, οἴσει τούτων τὰς κε φαλάς· τούτου χάριν ἀκροβυστίας κομισθῆναι προσ έταξεν. Ἡ γὰρ ἀκροβυστία δηλοῖ τὸ ἀλλόφυλον. Πάντα δὲ πόρον ἐκίνει, τὴν τοῦ εὐεργέτου καττύων σφαγήν· καὶ οὔτε τὰς εὐεργεσίας ᾐδεῖτο, οὔτε τοὺς ὅρκους ηὐλαβεῖτο. Καὶ γὰρ τῷ Ἰωνάθαν ὀμωμόκει, ὅτι δὴ αὐτὸν οὐκ ἀποκτενεῖ. "Ὤμοσε γὰρ, φησὶ, Σαοὺλ λέγων· Ζῇ Κύριος, εἰ ἀποθανεῖται." ΕΡΩΤ. ΜΘʹ. Πῶς νοητέον τὰ κενοτάφια, καὶ τὸ ἧπαρ τῶν αἰγῶν. Ὁ Ἀκύλας τὰ κενοτάφια "μορφώματα" ἡρμήνευσε, καὶ τὸ ἧπαρ τῶν αἰγῶν, "ἱματίων πλῆθος, καὶ στρογγύλωμα τριχῶν·" Ἐπειδὴ γὰρ ὀμωμοκὼς ὁ Σαοὺλ παρέβη τὸν ὅρκον, καὶ τὴν αἰχ μὴν τῷ ∆αβὶδ ἐπαφῆκεν· ἐκκλίνας δὲ ἐκεῖνος τὴν τοῦ δόρατος ῥύμην εἰς οἰκίαν ἀνεχώρησεν· γνοῦσα δὲ τοῦ πατρὸς ἡ Μελχὼλ τὰς ἐπιβουλὰς, τούτῳ μὲν συνεβούλευσεν ἀποδράσαι· καὶ δὴ καὶ καθῆκεν αὐ τὸν διὰ τῆς φωταγωγοῦ· αὐτοῦ δὲ τὴν κλίνην εἰς ἀῤῥωστοῦντος ἐσχημάτισε τύπον, ἱματίων μὲν πλῆθος ἐπιβαλοῦσα, στρογγύλωμα δὲ τριχῶν ὑπο θεῖσα τοῖς ἱματίοις, ὥστε μιμεῖσθαι τὴν κεφαλήν. Τινὲς δὲ μορφώματα τοῦ ∆αβὶδ νενοήκασι τὴν εἰκόνα· καὶ ταύτην