1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

20

καταφάγεται ἡ ῥομφαία;" Τούτοις εἶξε τοῖς λόγοις ὁ Ἰωάβ· καὶ τῇ σάλπιγγι σημάνας, τὴν δίωξιν ἔπαυσεν. ΕΡΩΤ. ΙΑʹ. Τοῦ νόμου διαγορεύοντος, τὴν ἀφισταμένην τοῦ ἀνδρὸς γυναῖκα, καὶ ἑτέρῳ συναπτομένην, μὴ ἐπανιέναι πρὸς τὸν πρότερον ἄνδρα, πῶς ὁ μακάριος ∆αβὶδ ἠνέσχετο τὴν Μελχὸλ πάλιν λαβεῖν γημαμένην ἑτέρῳ; Ὁ νόμος ἐκέλευσε τὴν παρὰ τοῦ ἀνδρὸς ἀπολυ θεῖσαν, καὶ συναφθεῖσαν ἑτέρῳ, μὴ ἀναστρέφειν πρὸς τὸν πρότερον ἄνδρα. Τοῦτο γὰρ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου δεδήλωκεν ὁ Θεός. Ἔφη δὲ οὕτως· "Ἐὰν ἀπολύσῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθῇ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθή σεται ἡ γυνὴ ἐκείνη; Σὺ δὲ ἐξεπόρνευσας εἰς ποι μένας πολλοὺς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύ ριος." Ἀλλ' ὁ βασιλεὺς ∆αβὶδ οὐκ ἀπολελύκει τὴν Μελχόλ· ὁ δὲ ἐκείνης πατὴρ παρανόμως αὐτὴν τοῦ 80.605 ὁμοζύγου ἀποστήσας, ἐδεδώκει ἑτέρῳ. Βία τοίνυν, οὐ γάμος ἦν ἡ πρὸς ἐκεῖνον συνάφεια. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ." Ἄκουσα δὲ αὕτη συνήφθη ἑτέρῳ. Οὐ τοί νυν ∆αβὶδ παρέβη τὸν νόμον, ἀλλ' ὁ ταύτην ἑτέρῳ συνάψας. Οὐδὲ γὰρ γάμος ὁ παρανόμως γεγενη μένος· τῇ δὲ τοῦ πατρὸς βίᾳ συγγνοὺς ὁ ∆αβὶδ ἀνέλαβε τὴν γυναῖκα. ΕΡΩΤ. ΙΒʹ. Τίνος ἕνεκα τὸν Ἀβεννὴρ ἀνεῖλεν ὁ Ἰωάβ; Πρόφασιν μὲν ἔσχε τοῦ Ἀσαὴλ τὴν σφαγήν· ἀληθῆ δὲ αἰτίαν, τὸν φθόνον. Ἤδει γὰρ ὡς τῆς στρατηγίας ἐκείνης ἀξιωθήσεται, πάντα τῷ βασι λεῖ προσάγων τὸν Ἰσραήλ. Ἡ φιλαρχία τοίνυν αὐτὸν εἰς τὴν μιαιφονίαν καθώπλισεν· ὁ δὲ τὰ πάντα ἄριστος βασιλεὺς, καὶ τὸν ἀδίκως ἀνῃρημένον ἐθρήνησε, καὶ τὸν ἀδίκως ἀνῃρηκότα πολλαῖς ὑπ έβαλε καὶ παντοδαπαῖς ἀραῖς. "Ἀθῷος γὰρ, φησὶν, ἐγὼ, καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Αἷμα Ἀβεννὴρ υἱοῦ Νὴρ ἐπὶ κεφαλὴν Ἰωὰβ, καὶ ἐπὶ πάντα τὸν οἶκον αὐτοῦ· καὶ μὴ ἐκλίπῃ ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυής, καὶ λε πρὸς, καὶ κρατῶν σκυτάλην, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλαττούμενος ἄρτων." Γονοῤῥυὴς δὲ καὶ λεπρὸς κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ τῆς κοινῆς πολι τείας κεχωρισμένος. Σκυτάλῃ δὲ χρῶνται οἱ σῶμα πεπηρωμένοι. Ὅθεν ὁ Ἀκύλας τυφλὸν τὸν τοιοῦτον ὠνόμασεν. Ἐπηράσατο τοίνυν τῷ ἐκείνου γένει, παντοδαπὴν ἀσθένειαν σώματος, πενίαν ἐσχάτην, τὴν διὰ ξίφους σφαγήν· καὶ μέντοι καὶ τελευτῶν αὐτὸν ἀναιρεθῆναι προσέταξεν. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν· "Εἰ κατὰ θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;" Ἐκεῖνος, φησὶν, ὡς ἀπηνὴς, καὶ ἄδικος, καὶ ἀχά ριστος, μάλα δικαίως ὑπεβλήθη θεηλάτῳ πληγῇ. Ὁ δὲ Ἀβεννὴρ, καὶ ἐν συμβουλαῖς ἴσος, καὶ ἐν πολέ μοις ἀνδρεῖος. Τοῦτο γὰρ ἐπήγαγεν· "Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις· ἐνώπιον υἱοῦ ἀδικίας ἔπεσας." Οὐ παραταττόμενος, φησὶν, ἡττήθης, καὶ ὡς δορυάλωτος ἐπεδήθης· ἀλλ' ὑπό κρισίς σοι φιλίας ἐπήνεγκε τὴν πληγήν. Ὁ μὲν οὖν 80.608 βασιλεὺς ἀλγήσας ἐθρήνησεν· ὁ δὲ θρῆνος τοῦ λαοῦ τὴν εὔνοιαν ηὔξησεν. ΕΡΩΤ. Ι∆ʹ. Τί δήποτε μετὰ τὴν ἄδικον σφαγὴν οὐκ ἀνεῖλε τὸν Ἰωάβ; Αὐτὸς ἐν τοῖς λόγοις δεδήλωκεν· "Οὗτοι γὰρ, φησὶν, οἱ ἄνδρες οἱ υἱοὶ Σαρουΐα σκληρότεροί μου εἰσίν." Ὅθεν αὐτοὺς τῷ Θεῷ παραδέδωκεν· "Ἀνταποδῷ Κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ." Ἔνθα γὰρ αὐτῷ ῥᾴδιον χρήσασθαι τῷ δι καίῳ θυμῷ, οὐδεμίαν ποιεῖται φειδώ. Αὐτίκα γοῦν τοὺς τὸν Μεμφιβοσθὲ πεφονευκότας, καὶ τὴν ἐκείνου κομίσαντας κεφαλὴν, ἀκροτηριάσας ἐσταύρωσε, καί τοι νενομικότας πᾶσαν αὐτῷ προσάγειν τοῦ Ἰσραὴλ τὴν βασιλείαν τῇ τοῦ βασιλεύσαντος ἐκείνων σφαγῇ. Ἀλλ' ἐκείνους μὲν οὕτως ἀνεῖλε· τὴν δὲ τοῦ δυσμε νοῦς κεφαλὴν ἐντίμως ταφῇ παρέδωκεν. ΕΡΩΤ. ΙΕʹ. Τίνος χάριν ὁ ∆αβὶδ τρίτον ἐχρίσθη, Τῆς μὲν βασιλικῆς χρίσεως διὰ τοῦ Σαμουὴλ ἠξιώθη· τὰς δὲ τοῦ λαοῦ χειροτονίας χρίσεις ἡ ἱστο ρία καλεῖ. Προτέρα μὲν γὰρ αὐτὸν ἐχειροτόνησεν ἡ Ἰούδα φυλή. Ἑπτὰ δὲ ἔτεσιν ὕστερον καὶ ἄλλαι φυλαὶ κατεδέξαντο βασιλέα. Τοῦτο δὲ καὶ ἡ ἱστο ρία δεδήλωκε· "Καὶ χρίουσι τὸν ∆αβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ." Εἶτα ἐπήγαγε· "Τριά κοντα