1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

47

Ἐλαμίτην. ∆ὶς ταῦτα γεγένηται. Ὁ μὲν γὰρ Ἀχιὰ ζῶντος ἔτι τοῦ Σολομῶντος, καὶ τοῦ Ἱεροβοὰμ δου λεύοντος, τὴν ἀμπεχόνην διέῤῥηξεν. Ὅθεν μετὰ χρηστῆς ἐλπίδος Ἱεροβοὰμ εἰς τὴν Αἴγυπτον ἔφυγε. Σαμαίας δὲ ὁ Ἐλαμίτης μετὰ τὴν τοῦ Σολομῶντος τελευτὴν, καὶ τοῦ Ἱεροβοὰμ τὴν ἐπάνοδον, ταυτὸ τοῦτο πεποίηκεν, ἀναμιμνήσκων αὐτὸν τῆς θείας προῤῥήσεως, ὥστε μαθεῖν θεόσδοτον εἶναι τὴν βα σιλείαν, καὶ τοῖς θείοις νόμοις κατακοσμῆσαι τὴν ἐξουσίαν. Ἀλλὰ ὁ δείλαιος καὶ τρισάθλιος, θεόθεν τὴν δυναστείαν λαβὼν, ἀνθρωπίναις αὐτὴν καὶ δυσσεβέσιν ἔχειν ἐπεχείρησε μηχαναῖς. Λογισάμενος γὰρ, ὡς ὁ τῶν θυσιῶν νόμος δραμεῖν ἅπαντας εἰς τὴν μητρόπολιν ἀναγκάζει, ἀνιόντες δὲ συναφθῆ ναι τοῖς ἄλλοις πεισθήσονται, καὶ ὑπὸ τὴν ∆αβι δικὴν βασιλείαν γενήσονται, δύο δαμάλεις χρυσᾶς κατεσκεύασε, καὶ τοῖς ὁρίοις τῆς βασιλείας ἐπέστη σεν· ἵν' οἱ μὲν πρὸς ἐκείνην ἀποτρέχοντες, καὶ διὰ τοῦ πελάζειν μὴ δυσχεραίνοντες, ἀσπαστῶς δέ ξοιντο τὸ μὴ τρέχειν εἰς τὴν μητρόπολιν. Ὅριον δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἀπὸ νότου μὲν, ἡ Βαιθήλ· ἀπὸ βοῤῥᾶ δὲ, ἡ ∆άν. Ἔδει δὲ συνιδεῖν τὸν ἐμβρόντητον, ὡς ὁ δωρησάμενος τὴν βασιλείαν ἱκα νὸς ταύτην κρατῦναι. Ἐξήλασε δὲ καὶ τοὺς ἱερέας καὶ τοὺς Λευΐτας, τοὺς ἐν ταῖς δέκα φυλαῖς οἰ κοῦντας, καὶ τῶν δαμάλεων τοὺς τυχόντας ἱερέας 80.709 ἐχειροτόνησε. Τοῦτο μόνον κατὰ λόγον πεποιηκώς· οὐ γὰρ ἔδει τοῦ Θεοῦ τοὺς ἱερέας τοῖς οὐκ οὖσι λα τρεύειν θεοῖς. ΕΡΩΤ. ΜΓʹ. Εἰ τὴν ἑορτὴν τοῦ Ἰούδα ἐποίησεν Ἱεροβοὰμ ἐν Βαιθὴλ, πῶς ἔφη ὁ συγγραφεὺς, "Ἐν τῇ ἑορτῆ ἣν ἐπλάσατο ἀπὸ καρδίας αὑτοῦ·" Τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἐπιτε λεῖν εἰώθασι κατὰ τὸν νόμον τῆς σκηνοπηγίας τὴν ἑορτήν· οὗτος δὲ τῇ πεντεκαιδεκάτῃ τοῦ ὀγδόου μη νὸς τῶν δαμάλεων ἐπετέλεσε τὴν πανήγυριν. Ἀλλ' οὐδὲ οὕτως παρεῖδεν αὐτὸν πλανώμενον ὁ φιλάνθρω πος Κύριος. Ἀπέστειλε γὰρ προφήτην, ἐντειλάμενος αὐτῷ, μηδὲν μὲν πρὸς ἐκεῖνον εἰπεῖν, τῷ ἀψύχῳ δὲ θυσιαστηρίῳ προσενεγκεῖν τὴν ἀπόφασιν· "Θυσια στήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ ∆αβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερέας τῶν ὑψηλῶν, καὶ τοὺς θύοντας ἐπὶ σέ· καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ." Εἶτα δίδωσι πέρας τῇ θαυματουργίᾳ, δει κνὺς τῶν εἰρημένων τὸ ἀψευδές· "Ἰδοὺ γὰρ, ἔφη, ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐπ' αὐτῷ." Ἀλλ' ὁ παμπόνηρος ἐκεῖ νος, δέον ἐκπλαγῆναι τοῦ προφήτου τὸ θαῦμα, καὶ δεῖσαι τὸν πεπομφότα, ἐκτείνας τὴν χεῖρα συλλη φθῆναι τὸν προφήτην προσέταξεν· ἀλλ' ἔμεινε τὸ τῆς ἐκτάσεως ἔχουσα σχῆμα ἡ χεὶρ, τῶν μυῶν καὶ τῶν νεύρων διαλυθέντων. Καὶ τοῦ μὲν βωμοῦ τὸ πάθος αὐτὸν οὐ κατέπληξε· τὸ δὲ τῆς χειρὸς ἄγαν ἠνίασε. Λίαν δὲ ἠλίθιος ὢν, προφήτην ἱκέτευσεν αἰτῆσαι αὐτῷ παρὰ τοῦ πεπομφότος, οὐ τῆς παρα νομίας τὴν ἄφεσιν, ἀλλὰ τῆς χειρὸς τῆς ξηρανθεί σης τὴν ἴασιν. Ἔδειξε δὲ καὶ ὁ προφήτης τὸ ἥμερον, καὶ ὁ Θεὸς τὸ φιλάνθρωπον. Καὶ οὗτος γὰρ ᾔτησε· καὶ ὁ Θεὸς τὴν ἴασιν ἔδωκεν. Ὁ δέ γε προφήτης φενακισθεὶς ἀνιαροῖς περιέπεσεν· ὁ μὲν γὰρ βασι λεὺς αὐτὸν κοινωνῆσαί οἱ τραπέζης ἀξιώσας οὐκ ἔπεισεν. Ἔφη γὰρ τὸν πεπομφότα προστεταχέναι, μὴ τροφῆς, μὴ ποτοῦ μεταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ. Ἄλλος δέ τις προφήτης, ὅν τινες ψευδοπροφήτην νομίζουσι, λόγοις αὐτὸν ἐξαπατήσας μεταλαβεῖν σι τίων ἀνέπεισεν. Ἐγὼ δὲ τοῦ Θεοῦ μὲν καὶ τὸν ἄλλον προφήτην ὑπείληφα· ψευδέσι δὲ χρήσασθαι λόγοις πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτον βλάψῃ, ἀλλ' ἵνα αὐτὸς μεταλάβῃ τῆς εὐλογίας. Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι προφήτης καὶ πρεσβύτης κατῴκει ἐν Βαιθήλ· ἀλλὰ "καὶ προφήτης ἄλλος πρεσβύτης κατῴκει ἐν Βαιθήλ." ∆ηλοῖ δὲ προφήτην ὄντα, καὶ οὐ ψευδο 80.712 προφήτην, τὸ καὶ τὸν Θεὸν δι' αὐτοῦ προειπεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ἐσόμενον πάθος, καὶ πρὸς τούτοις τὸ πιστεῦσαι τοῖς περὶ τοῦ Ἰωσίου προῤ ῥηθεῖσι, καὶ τοῖς υἱέσιν ἐντείλασθαι, ὥστε αὐτὸν τελευτήσαντα ἐκείνου τῷ σώματι συνθάψαι. Οὗ τος τῶν υἱέων ἀκούσας διηγουμένων τὰ περὶ τὸν τῶν δαμάλεων γεγενημένα βωμὸν, πρῶτον μὲν ἐπ έστρεψε