1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

25

Ἀνακωχῆς δὲ ὀλίγης τυχὼν, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν· "Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη ∆αβὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασι λείων, καὶ εἶδεν ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα." Πολὺς ὁ πόλεμος καὶ σφοδρὸς, ἄνεσις καὶ τρυφὴ, καὶ βασιλεία, καὶ ἐξ ουσία, καὶ σώματος ὥρα, καὶ μετὰ τροφῆς κόρον ἡ προσβολή· ὅτε καὶ τοῖς ἀσκοῦσιν ὁ σπινθὴρ ὑποτύ φεται, οἷον ἀρδείαν ἐλαίου δεχόμενος τὴν τροφήν. ∆ῆλος δέ ἐστι καὶ σφοδρότερον [ἢ] κατὰ φύσιν ἐσχηκὼς τῆς ἐπιθυμίας τὸ πάθος. Οὐ γὰρ ἂν πλείοσιν ἐχρήσα το γυναιξὶ, μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης. Ἀλλ' ἐκεῖνο μὲν οὐδεὶς ἐκώλυσε νόμος· τοῦτο δέ γε ἄντικρυς ὁ θεῖος ἀπηγόρευσε νόμος. ∆ιακύψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως, "Εἶδε τὸ γύναιον λουόμε νον·" ἀλλ' οὐκ ἔφυγε τὴν θέαν, ὡς ὀλεθρίαν· ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι, τὸ τῆς ἁμαρτίας κατέπιεν ἄγκιστρον. Καὶ ταύτην μὲν αὐτῷ τὴν ἁμαρ τίαν ἡ ἐπιθυμία προὐξένησεν· τὴν δὲ ἑτέραν αἰδώς. Κύειν γὰρ τὴν γυναῖκα μεμαθηκὼς, ὑπείδετο μὲν τὸν ἔλεγχον, πᾶσαν δὲ μηχανὴν ἐκίνησεν, ὥστε τῇ 80.625 δευτέρᾳ μὴ περιπεσεῖν ἀδικίᾳ. Μετεπέμψατο γὰρ τὸν Οὐρίαν, ὑπολαβὼν ὅτι διὰ χρόνου τὴν πόλιν καταλα βὼν συνελθεῖν ἐπιθυμήσει τῇ γυναικί. Ἐπεὶ δὲ ἐκεῖ νος τὴν σωφροσύνην, καὶ τὴν ἀνδρείαν, καὶ τὴν περὶ αὐτὸν εὔνοιαν ἔδειξεν (ἐν γὰρ τοῖς προδόμοις τῶν βασιλείων μετὰ τῶν σωματοφυλάκων τὸν ὕπνον ἐδέ ξατο), μετεπέμψατο μὲν αὐτὸν τῇ ὑστεραίᾳ· ἐμέμ ψατο δὲ ὅτι τὸ σῶμα τῆς προσηκούσης οὐκ ἠξίωσε παραμυθίας. Ὁ δὲ, Οὐ δίκαιον ὑπολαμβάνω, φησὶ, τοῦ στρατηγοῦ καὶ τῆς στρατιᾶς ἁπάσης ἐν πολέμῳ καὶ πολιορκίᾳ ταλαιπωρούντων, ἐμέ τινα τῷ σώ ματι προσενεγκεῖν θεραπείαν καὶ τόνδε τὸν λόγον ἐβεβαίωσεν ὅρκῳ. Ἀλλ' ὁ βασιλεὺς πάλιν ἐπιμεῖναι αὐτὸν προστάξας ἑστίασε, καὶ ταῖς συχναῖς φιλοτη σίαις πέραν τοῦ μέτρου πιεῖν κατηνάγκασεν, ἵνα τὴν ἐπιθυμίαν ἀρδεύσας ὁ οἶνος αὐτὸν ἐρεθίσῃ πρὸς κοι νωνίαν. Ἐπεὶ δὲ ἅπαντα εἶδεν ἀσθενῆ τὰ σοφίσμα τα (πάλιν γὰρ ἐκεῖνος ἐν τῷ προδόμῳ τῶν βασιλείων σὺν τοῖς βασιλικοῖς ἐκαθεύδησε δορυφόροις), ὑπὸ τῆς αἰσχύνης κεντούμενός τε καὶ βιαζόμενος, τὰ πρὸς τὸν στρατηγὸν ὑπηγόρευσε γράμματα. Ὁ δὲ τῶν γε γραμμένων οὐδὲν ἐπιστάμενος ἀπῄει, τὸ ξίφος φέ ρων τῆς οἰκείας σφαγῆς. Εἶτα μετὰ τὴν ἐκείνου τε λευτὴν, καὶ τὸ πένθος τῆς γυναικὸς, ὁ γάμος ἐγένετο· Ἀλλ' οὐκ εἴασε τὸ πάθος ἀνίατον ὁ τῶν ψυχῶν ἰα τρὸς, οὐδὲ τὴν ἄδικον τελευτὴν περιεῖδεν· οὐδὲ διὰ τὴν ἄλλην τοῦ ∆αβὶδ ἀρετὴν τὸν ἠδικημένον εἴασεν ἀνεκδίκητον. "Ἐφάνη γὰρ, φησὶ, πονηρὸν τὸ πρᾶ γμα ἐνώπιον Κυρίου." Ἐπέμφθη τοίνυν Νάθαν ὁ προφήτης κατηγορίᾳ περιθεὶς εὐπρεπὲς προσ ωπεῖον. Ἑτέρως γὰρ ἐν ἄλλοις θεωροῦμεν τὴν ἁμαρτίαν, καὶ ἄλλως θεωροῦμεν τὰ οἰκεῖα κακά. Ὅθεν οὐχ ὁμοίως ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις δι κάζομεν. Ἐπὶ μὲν γὰρ ἄλλων δικαίαν τὴν ψῆφον ἐκφέρομεν· πολλάκις δὲ καὶ ὠμοτέραν τὴν πληγὴν ἐπιφέρομεν. Αὐτοὶ δὲ πλημμελοῦντες, ἢ παντάπασι τὴν αἴσθησιν τῆς διανοίας ἐκβάλλομεν, ἢ ὁρῶντες τὴν ἁμαρτίαν, συγγνώμην ὀρέγομεν. Τούτου χάριν ὁ προ φήτης τὸ τοῦ πλουσίου καὶ τοῦ πένητος συντέθεικε δρᾶμα· καὶ τοῦ μὲν τὸν πλοῦτον διέγραψε, τοῦ δὲ τὴν ἐσχάτην πενίαν ἐλεεινῶς ἐτραγῴδησεν· "Οὐκ ἦν γὰρ αὐτῷ, φησὶν, ἄλλο οὐδὲν, ἀλλ' ἡ μία ἀμνὰς μικρὰ, ἣν ἐκτήσατο, καὶ περιεποιήσατο, καὶ ἐξέθρε ψεν· καὶ συνανεστράφη μετ' αὐτοῦ, καὶ μετὰ τῶν τέκνων αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ αὐ 80.628 τοῦ." Ταῦτα δὲ πάντα διέξεισι, δεῖξαι βουλόμενος τὴν τῆς παρανομίας ὑπερβολήν. Ἐν δέ γε τοῖς ἑξῆς ἀπολογίαν τινὰ συνυφαίνει τοῖς λόγοις. Ὁδοιπόρον γὰρ τὴν κακὴν ἐπιθυμίαν ὠνόμασεν· ὡς νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ' ἐκεῖνον φοιτῶσαν. Ξένον δὲ πάλιν αὐτὴν προσηγόρευσεν, ὡς ἀήθη τοῦ ∆α βὶδ, καὶ γνώριμον οὐδὲ πώποτε γεγενημένην. Τοῦτο γὰρ αὐτὸν τῆς συγγνώμης μεταλαχεῖν παρ εσκεύασεν. Οὐ γὰρ πονηροῖς ἐπιτηδεύμασιν ἐνετρά φη, οὐδὲ ἐκ