1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

59

φησὶν, ἐπ' αὐτὸν χεὶρ Κυρίου, καὶ εἶπε· Τάδε λέγει Κύριος. ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον· "Καὶ ἐγένετο μετάμελος μέγας Ἰσραήλ;" Τῶν Μωαβιτῶν ἄρδην ἀναιρουμένων, ἐπειράθη μὲν τούτων φυγεῖν ὁ βασιλεύς. Ἐπειδὴ δὲ τὸ στεῤ ῥὸν καὶ γενναῖον τῆς φάλαγγος οὐκ ἐνδέδωκε, τὸν πρωτότοκον υἱὸν, ὃν τῆς βασιλείας εἶχε διάδοχον, ἐπί τινος ὡλοκαύτωσε πύργου. Τοῦτο θεασάμενον τῶν πολεμίων τὸ πλῆθος, ᾤκτειρε τὸ πάθος καὶ τὴν πολιορκίαν κατέλυσεν. 80.753 ΕΡΩΤ. Ι∆ʹ. Περὶ τίνος ἔφησεν ἡ γυνή· "Ὁ δοῦλός σου ἀνήρ μου τετελεύτηκε, καὶ σὺ οἶδας, ὅτι δοῦλος ἦν τοῦ Κυρίου;" Τινές φασι τὸν Ἀβδιοῦ εἶναι τὸν οἰκονόμον τοῦ Ἀχαὰβ, ὃς τοὺς ἑκατὸν ἄνδρας ἐν δυσὶ κατα κρύψας σπηλαίοις, διέθρεψεν αὐτοὺς ἄρτῳ καὶ ὕδατι· καὶ τὸ χρέος διὰ τὴν ἐκείνων ἐπιμέλειαν γε γενῆσθαι. Θαυμάσαι δὲ ἄξιον τῶν προφητῶν τὴν δύ ναμιν, ὅτι τὰ ὄντα πηγάζειν παρασκευάζοντες, παρέχουσι τοῦ βίου τὰς ἀφορμάς. Καὶ γὰρ ὁ μέγας Ἠλίας τὸ βραχύτατον ἄλευρόν τε καὶ ἔλαιον ἐπὶ πλεῖστον ἐξαρκέσαι πεποίηκε· καὶ ὁ διπλασίαν τὴν ἐκείνου χάριν δεξάμενος, τῆς ἑτέρας χήρας τὸ ὀλί γιστον ἔλαιον παμπόλλοις ἀγγείοις ἐμβληθῆναι κελεύσας, καὶ τοῦ ἀνδρὸς ἐξέτισε τὸ χρέος, καὶ αὐτὴν καὶ τοὺς παῖδας διέθρεψε. Καὶ ἐντεῦθεν δὲ ῥᾴδιον γνῶναι, ὡς καὶ τοῦ λαοῦ παρανομοῦντος, καὶ δυσσεβούντων τῶν βασιλέων, ἦσάν τινες εὐσεβεῖς. Ἐκ τούτων γὰρ ὁ Ἀβδιοῦ, καὶ οἱ ἑπτακισχίλιοι, οἱ μὴ κάμψαντες γόνυ τῇ Βάαλ· καὶ ἡ θαυμασία Σωμανῖτις, ἣ πολλῆς θεραπείας τὸν προφήτην ἠξίου. Ἧς τὴν ἐπιμέλειαν ἀμειβόμενος ὁ προφήτης, ἤρετο εἰ ἔστιν αὐτῇ λόγος λαλῆσαι πρὸς τὸν βασι λέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως· καὶ δυ νάμενος αὐτῇ παρασχεῖν τὴν θείαν ἐπικουρίαν, καὶ τῆς ἀνθρωπίνης αὐτὴν ἀξιῶσαι βούλεται προμη θείας. ΕΡΩΤ. ΙΕʹ. Τί ἐστιν· "Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγὼ κατ οικῶ;" Ἀπραγμοσύνῃ, φησὶ, χαίρω, καὶ εἰρηνικῶς διάγω, καὶ πρός τινα ἔχειν ἀμφισβήτησιν οὐκ ἀν έχομαι. ΕΡΩΤ. Ιʹ. Πῶς νοητέον· "Κατὰ τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα αὕτη, ζῶσα σὺ, καὶ συμπεριειλη φυῖα υἱόν;" Τοῦτο καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· "Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός." ∆ηλοῖ τοίνυν δι' ὧν εἴρηκεν ὁ προφήτης, ὡς αὐτὸς ἐφθέγγετο δι' αὐτοῦ ὁ τῶν ὅλων Κύριος. Οὗ δὴ χάριν καὶ ἀποφαντικῶς δέδωκε τὴν ὑπόσχεσιν ὑπερβαίνουσαν τῆς φύσεως τὴν ἀσθένειαν. Τῇ πείρᾳ μέντοι μαθοῦσα τοῦ προ φήτου τὴν δύναμιν, καὶ τελευτῆσαν τὸ παιδίον ἤλπι σεν ἀναστήσεσθαι. Ἐν τῇ κλίνῃ γὰρ τοῦτο τοῦ προ φήτου νεκρὸν κατακλίνασα, καὶ τὴν θύραν ἀποκλεί σασα, βαδίζουσα πρὸς τὸν προφήτην ἀφίκετο, 80.756 οὐδὲ τῷ ἀνδρὶ τὴν αἰτίαν τῆς ἀποδημίας μηνύσασα. Ἐκεῖνος οὖν ἀγνοῶν ἤρετο· "Τί ὅτι σὺ πορεύῃ σήμερον πρὸς αὐτόν; Οὐ νουμηνία, οὐδὲ Σάββα τον." Καὶ ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς νουμη νίαις γὰρ ἑορτάζειν εἰώθεισαν. Ἡ δὲ εἶπεν, Εἰρήνη· προσειπεῖν αὐτὸν, φησὶ, βούλομαι. Πόῤῥωθεν δὲ αὐ τὴν ὁ προφήτης ἰδὼν, ἤρετο διὰ τοῦ Γιεζεὶ ὅπως ἔχουσι καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὸ παιδά ριον· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰρήνη σοί; εἰρήνη τῷ ἀνδρί σου; εἰρήνη τῷ παιδαρίῳ; ἀντὶ τοῦ, Καλῶς διάγετε, ὑγιαίνετε; Ἡ δὲ πρὸς μὲν τὸν Γιεζεὶ εἶπεν, Εἰρήνη, τῶν δὲ τοῦ προφήτου ποδῶν ἐπιλαβομένη, τὸ πάθος ἐμήνυσεν. Ἐδήλου δὲ τὴν ὀδύνην τὰ δά κρυα. Ἀναστῆσαι δὲ αὐτὴν πειρωμένου τοῦ Γιεζεὶ, ὁ προφήτης εἶπεν· "Ἄφες αὐτὴν, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἀνήγγειλέ μοι." ∆ῆλον τοίνυν κἀντεῦθεν, ὡς οὐχ ἅπαντα προῄδεισαν οἱ προφῆται, ἀλλ' ἅπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκάλυπτεν. ΕΡΩΤ. ΙΖʹ Τί δήποτε εἰς τὴν ἀνάστασιν τοῦ παιδὸς ἀπο στείλας τὸν Γιεζεὶ, παρηγγύησεν αὐτῷ· "Ἐὰν εὕρῃς τινὰ ἐν τῇ ὁδῷ, μὴ εὐλογήσῃς αὐ τόν· καὶ ἐὰν εὐλογήσῃ σέ τις, μὴ ἀποκριθῇς αὐτῷ;" Ἤδει αὐτὸν φιλότιμον καὶ κενόδοξον, καὶ ὅτι τοῖς κατὰ τὴν ὁδὸν ἐντυγχάνουσι τοῦ δρόμου τὴν αἰτίαν ἐρεῖ· ἡ δὲ κενοδοξία τὴν θαυματουργίαν κωλύει. ΕΡΩΤ. ΙΗʹ. Τί δηλοῖ τὸ, "Ἐλαὰδ ἐπ' αὐτόν;" Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ ἐνεφύσησεν εἰρήκα σιν. Ὥσπερ γὰρ τῶν ὅλων ὁ ποιητὴς τοῦ Ἀδὰμ τὸ σῶμα δημιουργήσας, διὰ τοῦ ἐμφυσήματος ἐνεφύ σησε τὴν ψυχήν· οὕτως ὁ