1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

15

ὅρκος τοῦ δικαίου θυμοῦ, ἡ δὲ φειδὼ τοῦ σώφρονος λογισμοῦ. ∆εξάμενος γὰρ τῆς Ἀβιγαίας τὴν ἱκετείαν, ἔσβεσε τὸν θυμόν. Ἄμεινον γὰρ ἦν παραβῆναι τῆς ἀπειλῆς τὸν ὅρκον, ἢ τοσοῦτον ἐργά σασθαι φόνον. Τὸ δὲ ὑφεὶ, σάτα ὁ Ἀκύλας ἡρμήνευσε· τὸ δὲ γόμορ ἰσόμετρον εἶναι τῷ ὑφεὶ μεμαθήκαμεν ἐκ τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ προφητείας. Τὸ δὲ Νάβαλ ὄνομα εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλλόμενον, τὴν ἀφροσύνην σημαίνει. Τοῦτο γὰρ καὶ ἡ Ἀβιγαία δεδήλωκε, καὶ τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείας ἡ βίβλος. Ὁ δὲ Ἀκύλας οὕτως ἔφη, "Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀπόῤῥευσις μετ' αὐτοῦ." Τὴν αὐτὴν δὲ ἔχει διάνοιαν· ἀποῤῥέοντος γὰρ τοῦ λογικοῦ, καὶ σβεννυμένου, τὸ τῆς ἀφροσύνης ἐπιγίνεται πάθος. Τὸ δὲ, "Καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ εἰσελθεῖν σε 80.585 εἰς αἷμα ἀθῶον, καὶ σώζειν τὰς χεῖράς σού σοι·" ὁ Ἀκύλας "Τοῦ μὴ μυσάζειν" εἴρηκεν, ἀντὶ τοῦ· "Ἵνα μὴ μύσους ἐκ τῆς μιαιφονίας ἀναπλη σθῇς." Καὶ τὸ, "Οὐκ ἔσται σοι βδελυγμὸς καὶ σκάνδαλον καρδίας, τῷ κυρίῳ μου·" ἀντὶ τοῦ βδε λυγμὸς, νυγμὸς ὁ Ἀκύλας εἴρηκεν· αἰνίτ τεται δὲ τὰς τοῦ συνειδότος ἀκίδας. Τὸ δὲ Βαροὺχ, Κύριος εὐλογητός. Τὸ δὲ ὑπὸ τοῦ ∆αβὶδ εἰρημέ νον· "Εὐλογημένη σὺ εἶ, ἀποκωλύσασά με σήμε ρον ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῦ μὴ εἰσελθεῖν εἰς αἵματα, καὶ σῶσαι τὴν χεῖρά μου ἐμοὶ," ἁμάρτημα γρα φικὸν εἶναι ὑπολαμβάνω. Οἱ γὰρ ἄλλοι ἑρμηνευταὶ "μὴ μυσῶσαι" εἰρήκασιν, ἀντὶ τοῦ, "μὴ μύσους μεταλαχεῖν." Τὸν μέντοι Κάρμηλον ἐνταῦθα Εὐσέβιος ὁ Καισαρεὺς οὐ τὸ ὄρος εἴρηκεν, ἀλλὰ κώ μην τινὰ μέχρι τοῦ νῦν οὕτως ὀνομαζομένην, νοτό θεν τῆς Ἱερουσαλὴμ κειμένην, ἐν ᾗ φασιν ᾠκηκέναι τὸν Νάβαλ. ΕΡΩΤ. Ξʹ. Πῶς νοητέον τὸ "Σαοὺλ ἐκάθευδεν ἐν τῇ λαμπίνῃ; Λαμπίνη μέν ἐστιν εἶδος ἁρμαμάξης, ὥσπερ αὖ καὶ ἀπήνη. Ὁ δὲ Ἀκύλας οὐκ εἶπε λαμπίνῃ, ἀλλὰ τῇ στρογγυλώσει· δηλοῖ δὲ ὁ λόγος, τὸ ἐν μέσῳ τοῦ λαοῦ κατακεκλῖσθαι τὸν βασιλέα, καὶ πανταχόθεν ὑπὸ τῶν ὁπλοφόρων τειχίζεσθαι· καὶ τοῦτο μᾶλλον ἀληθέστερον εἶναι νομίζω· "Εἶπε γὰρ, φησὶ, ∆αβὶδ πρὸς Ἀχιμέλεχ τὸν Χετ ταῖον, καὶ πρὸς Ἀβεσᾶ υἱὸν Σαρουΐα, ἀδελφὸν Ἰωὰβ, λέγων· Τίς εἰσελεύσεται μετ' ἐμοῦ εἰς τὴν παρεμ βολὴν πρὸς Σαούλ." Τοιγάρτοι δεδήλωκεν ὁ λόγος, ὡς μεταξὺ τῆς στρατιᾶς ἐκάθευδεν ὁ βασιλεύς. Ἀλλ' εἰσῆλθε μὲν θαῤῥαλέως, ἐφείσατο δὲ σωφρόνως, καὶ πεπεδημένον ὕπνῳ λαβὼν οὐκ ἀπέκτεινεν· ἀλλὰ καὶ τὸν Ἀβεσὰ τοῦτο δρᾶσαι βουληθέντα κε κώλυκεν. "Εἶπε γὰρ, φησὶν, πρὸς αὐτόν· Μὴ δια φθείρῃς αὐτὸν, ὅτι τίς ἐποίσει χεῖρα αὑτοῦ ἐπὶ χριστὸν Κυρίου, καὶ ἀθωωθήσεται; 80.588 ΕΡΩΤ. ΞΑʹ. Πῶς νοητέον· "Ἐὰν μὴ Κύριος παίσῃ αὐτὸν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ;" καὶ τὰ ἑξῆς. Τὸ, "Κύριος παίσῃ αὐτὸν, τὴν θεήλατον σημαίνει πληγὴν, ἣν καὶ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὑπέμεινε, καὶ ὁ λαὸς ἐν τῇ ἐρήμῳ πολλάκις, καὶ Νάβαλ ὁ Καρμήλιος. Τὸ δὲ, "ἢ ἡμέρα αὐτοῦ ἔλθῃ," τὸν κατὰ φύσιν ἐπαγόμενον θάνατον, ὃς γίνεσθαι πέφυκεν, ἢ ἐκ πλησμονῆς, ἢ ἐξ ἐνδείας, ἤ τινος τῶν ἐν ἡμῖν χυμῶν πλεονάσαντος. Ὁ δ' ἐν πολέμῳ γινόμενος βίαιος μᾶλλόν ἐστιν· ἐῤῥωμένοι γὰρ τὰ σώματα κατακτείνονται. Τὸ μέντοι δόρυ, καὶ τοῦ ὕδατος τὸν φακὸν εἴληφεν ὁ ∆αβὶδ ὁ θαυμάσιος, ἵνα τὴν γεγενημένην πάλιν εὐεργεσίαν ἐπιδείξῃ. Παν ταχῆ δὲ ὁ συγγραφεὺς τὴν θείαν κηρύττει προμή θειαν. Εἰρηκὼς γὰρ ὅτι πάντες ἐκάθευδον, ἐπήγαγεν, ὅτι "Θάμβος Κυρίου ἐπέπεσεν ἐπ' αὐτούς." Ἀξιά γαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥήματα. ∆ηλοῖ γὰρ ἣν πεποίηται τοῦ δυσμενοῦς βασιλέως κηδεμο νίαν· "Ζῇ γὰρ Κύριος, φησὶν, ὅτι υἱοὶ θανάτου ὑμεῖς, οἱ μὴ φυλάττοντες τὸν κύριον ὑμῶν τὸν βασιλέα τὸν χριστὸν Κυρίου." Καὶ πρὸς τούτοις εἰπὼν, ὡς "εἰσῆλθέ τις τοῦ λαοῦ ἀποκτεῖναι τὸν κύριόν μου τὸν βασιλέα," ὑπέδειξε τὸ δόρυ καὶ τὸν φακόν. Ἐπειδὴ δὲ Σαοὺλ ὁ παλίμβουλος, καὶ παμ πόνηρος, τὴν φωνὴν ἐπιγνοὺς εἴρηκεν, "Ἡ φωνή σου αὕτη, τέκνον ∆αβίδ;" ὑπολαβὼν ὁ θεῖος εἶπεν ἀνὴρ, "Φωνή μου, Κύριέ μου· δοῦλος σὸς, Κύ ριέ μου βασιλεῦ·" Καὶ τῆς βασιλικῆς χειροτονίας γεγενημένης, καὶ τῆς πνευματικῆς χάριτος μετα στάσης, δοῦλον ἑαυτὸν ὠνόμαζε τοῦ γεγυμνωμένου τῆς χάριτος, καὶ τοῦ