1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

21

ἐτῶν ∆αβὶδ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τεσ σαράκοντα ἔτη ἐβασίλευσεν· ἐν Χεβρὼν καὶ ἐπὶ Ἰούδαν ἔτη ἑπτὰ μῆνας ἕξ· καὶ ἐν Ἱερουσαλὴμ τριάκοντα καὶ δύο ἔτη καὶ μῆνας ἓξ, ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν." ΕΡΩΤ. Ι ϛʹ. Πῶς νοητέον τὸ, "Πᾶς ὁ τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι." Ἑβραῖός τις εἶπε τὸ, "Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι," ἐκδεδωκέναι τὸν Ἀκύλαν, "Ἁπτόμενος ἐν τῷ κρουνῷ·" τοῦτο λέγων, ὅτι φειδόμενος ὁ ∆αβὶδ τοῦ τείχους τῆς πόλεως, διὰ τοῦ ὁλκοῦ τοῦ ὕδατος ἐπέταττε τοῖς ὁπλίταις εἴσω παρ ελθεῖν τῆς πόλεως. Οἱ γὰρ Ἰεβουσαῖοι μέχρις ἐκεί νου τοῦ καιροῦ κατεῖχον τὴν Ἱερουσαλήμ. Παραυ τίκα γοῦν τοῦ ἐμφυλίου πολέμου παυσαμένου, κατὰ τούτων ἐστράτευσε πρῶτον ὁ βασιλεύς. Ἐκεῖνοι δὲ καταφρονοῦντες τῆς στρατιᾶς, τοὺς τὸ σῶμα πε 80.609 πηρωμένους ἐπὶ τὸ τεῖχος ἀναβιβάσαντες ἐπιτωθά ζειν ἐκέλευον, καὶ λέγειν, ὡς οὐκ εἰσελεύσεται ∆αβὶδ εἰς τὴν πόλιν. Ἑλὼν τοιγαροῦν τὴν ἀκρόπολιν· ταύ την γὰρ λέγει περιοχήν· ἤλαυνε κατακράτος τοὺς πολεμίους, εἰς ἀνδρείαν παραθήγων τοὺς στρατιώ τας, καὶ πάντας ἄρδην κατακοντίζειν κελεύων, κατὰ τὴν ἀρχῆθεν τοῦ Θεοῦ γεγενημένην ἀπόφασιν. Νενι κηκὼς δὲ, καὶ τῶν ἀλλογενῶν ἐλευθερώσας τὴν πό λιν, ∆αβὶδ αὐτὴν προσηγόρευσε πόλιν. Οὕτω δὲ τὴν Σιὼν ὀνομάζει, τουτέστι τὴν ἄνω πόλιν. Τοῦτο γὰρ καὶ ἡ ἱστορία φησί· "Καὶ ἐκάθισε ∆αβὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις ∆αβίδ. Καὶ ᾠκο δόμησε τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ." Εἶτα διδάσκει καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν· "Καὶ ἐπορεύετο ∆αβὶδ πορευόμενος, καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ." Οὗτος δὲ ὁ λόγος τῶν τὸ πανάγιον Πνεῦμα σμικρύνειν πειρωμένων ἐλέγχει τὴν βλασφημίαν. Κύριος γὰρ παντοκράτωρ ὠνομάσθη πολλάκις. ΕΡΩΤ. ΙΖʹ. Κοιλάδα Τιτάνων τίνα λέγει; Τοὺς γίγαντας καὶ Τιτᾶνας ὠνόμαζον· ὁ δὲ Ἑβραῖος Ῥαφαεὶμ αὐτοὺς κέκληκεν. Ἔσχε δὲτοιούτους ἄνδρας καὶ ἡ Χεβρὼν, καὶ ἡ Γέθ· καὶ ἐκ τούτων ἦν καὶ ὁ Γολιὰθ, καὶ ἄλλοι τινὲς, ὧν ὁ συγ γραφεὺς ἐμνήσθη τῶν ἀριστέων, τοῦ ∆αβὶδ τὰς ἀνδραγαθίας συγγράφων. Εἰκὸς τοίνυν ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γενέσθαι παράταξιν, καὶ λαβεῖν ἐκ τούτων τὴν ἐπωνυμίαν τὸν τόπον. ΕΡΩΤ. ΙΗʹ. Τί δήποτε ποτὲ μὲν κελεύει τῷ ∆αβὶδ ὁ Θεὸς συμπλακῆναι τοῖς ἀλλοφύλοις, ποτὲ δὲ κω λύει; Ὡς πάνσοφος παιδοτρίβης αὐτὸν γυμνάζει πρὸς ἀρετὴν, καὶ πείθει μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥεῖν, ἀλλὰ τὴν αὐτοῦ προσμένειν ἐπικουρίαν. Ὅθεν αὐτῷ καὶ σημεῖα δίδωσι τῆς οἰκείας ἐπιφανείας. "Ὅταν γὰρ ἴδῃς, φησὶν, αὐτομάτως ἀνέμου δίχα τὰ ἄλση κινούμενα, τότε κατάβηθι εἰς τὸν πόλεμον· ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου τύπτειν ἐν τῷ πολέμῳ τοὺς ἀλλοφύλους." ΕΡΩΤ. ΙΘʹ. Τίνος ἕνεκεν ὁ Ὀζᾶν θεηλάτῳ πληγῇ ἐτελεύτησεν; Τινὲς μὲν προπετείας αὐτὸν δοῦναι δίκας εἶπον, 80.612 ὡς ἐπαμῦναι πειραθέντα τῇ κιβωτῷ, ἢ παντὸς τοῦ λαοῦ προστατεύουσα, τῆς ἑτέρων ἐπικουρίας οὐκ ἔχρῃζεν. Ἰώσηπος δέ φησιν, ἐπειδὴ Λευΐτης οὐκ ὢν ἐτόλμησεν ἅψασθαι τῆς κιβωτοῦ, τὴν τιμωρίαν ἐδέξα το· τοῦτο δὲ ψευδὲς ἄντικρυς· τοῦ γὰρ Ἀμιναδὰβ ἦν υἱὸς, ᾧ παρέδοσαν τὴν κιβωτὸν οἱ ἐν Βεθσάμοις, ἀφεθεῖσαν ὑπὸ τῶν ἀλλοφύλων· τῆς δὲ Λευιτικῆς ἦν οὗτος φυλῆς· καὶ τοῦτο ἡ ἱστορία διδάσκει· "Καὶ ἡγίασε γὰρ, φησὶ, τὸν υἱὸν αὑτοῦ Ἐλεάζαρ, φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου." Ὅτι δὲ καὶ οὗτος τοῦ Ἀμιναδὰβ ἦν υἱὸς, ἡ ἱστορία διδάσκει· "Καὶ ἐπεβίβασαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐπὶ ἅμαξαν καινὴν, καὶ ἦραν αὐτὴν ἐκ τοῦ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, οἱ υἱοὶ Ἀμιναδὰβ, ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ τοῦ Θεοῦ." Καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύ οντο ἔμπροσθεν, καὶ ἐκ πλαγίων τῆς κιβωτοῦ." Οὐκ ἐξ ἄλλης τοιγαροῦν ἦν φυλῆς, ὡς ὁ Ἰώσηπος ἔφη, ἀλλὰ καὶ Λευΐτης ἦν. Οὔτε μὴν διὰ προπέτειαν τὴν τιμωρίαν ἐδέξατο. Κλιθείσης γὰρ τῆς ἁμάξης, ἐχρῆν προσερεῖσαι τὴν χεῖρα· ἀλλ' ἑτέρας παρα νομίας ἔτισε δίκας. Τοῦ γὰρ Θεοῦ προστεταχότος τοὺς ἱερεῖς ἐπ' ὤμων φέρειν τὴν κιβωτὸν, παρὰ τὸν νόμον ἐφ' ἁμάξης ἐκόμισαν. Ἐξηπάτησε δὲ αὐτοὺς τὸ παρὰ τῶν