1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

54

καὶ κατηνάλωσεν οὐ μόνον τὰ ξύλα καὶ τὸ θῦμα, ἀλλὰ καὶ τὸν χοῦν, καὶ τὸ ὕδωρ, καὶ τοὺς λίθους· ὥστε μὴ καθυβρισθῆναι τὸ θεῖον θυσιαστήριον, τῶν δυσσεβῶν ἐν ἐκείνῳ προσφερόντων θυσίας τοῖς δαίμοσι. Τούτου γενομένου τοῦ θαύματος, προσέταξεν ἀναιρεθῆναι τοὺς τοῦ ψεύδους τεχνίτας, καὶ τότε τῶν νεφῶν ἔλυσε τὰς ὠδῖνας. ΕΡΩΤ. ΝΘʹ. Τίνος ἕνεκεν τοσαύτην ἔχων δύναμιν ἐφοβήθη μόνην τὴν Ἰεζάβελ; Ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος 80.733 ἦν· ἄλλως τε καὶ τῆς θείας ἦν οἰκονομίας τὸ δέος. Ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις φύσει τὴν δειλίαν εἰσδέξασθαι, ἵνα ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν. Τούτου χάριν αὐτῷ καὶ μεμήνυκεν ὁ ∆εσπότης, ὅτι χιλιάδες ἑπτὰ διέμειναν τῆς ἀσεβείας ἐλεύθεραι. Πρὸς δὲ τούτοις ἐδίδαξεν αὐτὸν, ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος· καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονῆ σαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἀποφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην ἅπαντας διολέσαι. Τοῦτο γὰρ ἔφη· "Καὶ πνεῦμα μέγα κραταιὸν, καὶ διαλύον ὄρη, καὶ συντρίβον πέτρας, ἐνώπιον Κυ ρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα, συσσεισμὸς, καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, καὶ οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς." ∆ιὰ δὲ τούτων ἔδειξεν, ὅτι μακροθυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τῶν ἀνθρώπων ἐφέλκεται. ΕΡΩΤ. Ξʹ. Τί δήποτε τὸν Ἀζαὴλ, καὶ τὸν Ἰοὺ, καὶ τὸν Ἑλισσαῖον χρίσαι προσταχθεὶς, μόνον τὸν προφήτην ἔχρισεν; Εἰ τὸν προφήτην ἔχρισε, καὶ τῆς πνευματικῆς αὐτῷ μετέδωκε χάριτος, ταύτῃ καὶ τοὺς ἄλλους ἔχρισε. Καὶ γὰρ ὁ Ἑλισσαῖος, δι' αὐτοῦ τὴν προφη τικὴν δεξάμενος χάριν, προσήνεγκεν ἐκείνοις τὸ χάρισμα, καὶ τῆς βασιλικῆς αὐτοῖς μετέδωκε χά ριτος. ΕΡΩΤ. ΞΑʹ. Τί ἐστιν· "Εὐλόγησε Ναβουθαὶ Θεὸν καὶ βασιλέα;" Ἡ παμμίαρος Ἰεζάβελ τὴν συκοφαντίαν ἐξέφηνε. καὶ πρῶτον μὲν ἐκέλευσεν αὐτὸν τῆς συνήθους ἀξιωθῆναι τιμῆς, καὶ προεδρεῦσαι τῶν ἄλλων· εἶτα τοὺς συκοφάντας εἰσενεγκεῖν, καὶ τὴν τῆς βλασφημίας γραφὴν προθέσθαι· εὐφήμως γὰρ τὸ Εὐλόγησε τέθεικεν, ἀντὶ τοῦ ἐβλασφήμησε. Τὴν δὲ νηστείαν γενέσθαι προσέταξεν, ὥστε ταύτῃ δεῖξαι τοῦ φόνου τὸ δίκαιον. ΕΡΩΤ. ΞΒʹ. Πῶς ὁ Ἀχαὰβ ὀρεχθεὶς τοῦ ἀμπελῶνος, καὶ δυσ χεράνας ὅτι δὴ τοῦτον οὐκ ἔλαβεν, ἤλγησεν ἐπὶ τῇ τοῦ Ναβουθαὶ τελευτῇ; Κοῦφος ἦν ὁ τρισάθλιος, καὶ ῥᾳδίως τῇδε κἀκεῖσε 80.736 μεταφερόμενος· ὅθεν αὐτὸν καὶ τὸ παμπόνηρον 80.736 γύναιον εἰς τὸ τῆς ἀσεβείας ἐμβέβληκε βάραθρον. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· "∆ωρεὰν γὰρ, φησὶν, ἐπράθη ὁ Ἀχαὰβ, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέστησεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· καὶ ἐβδελύχθη ὀπίσω τῶν βδελυγμάτων, κατὰ πάντα ὅσα ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ." Τὸν δὲ Ἀμοῤῥαῖον ἐνταῦθα οὐ τὸ ἔθνος λέγει, ἀλλὰ πάντας τοὺς Χαναναίους. Ἀμοῤῥαῖος γὰρ τῇ Ἑβραίων φωνῇ καὶ ὁ κατοικῶν ὀνομάζεται. Ἡ δὲ τῆς ἀγαθότητος ἄβυσσος ὁ ∆εσπό της Θεὸς, διὰ μὲν τὴν μιαιφονίαν τὴν πανωλεθρίαν ἠπείλησε· διὰ δὲ τὸν ἐπὶ τῷ φόνῳ θρῆνον, τὴν τῆς τιμωρίας ἀναβολὴν ἐχαρίσατο. Αὐτίκα γοῦν τῶν Σύρων πολλὰς κατ' αὐτοῦ μυριάδας συνειληχότων, καὶ βρενθυομένων, καὶ λεγόντων, "Εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου;" ταῦτα δὲ ἔλεγον ἀπειλοῦντες τῆς πολιορκίας τὰ χώματα· τὸν προφήτην ἀποστείλας ὁ ∆εσπότης Θεὸς, διέλυσε τοῦ τρισαθλίου βασιλέως τὸ δέος, τοῖσδε τοῖς λόγοις χρησάμενος· "Ἑώρα κας πάντα τὸν ἦχον τὸν μέγαν τοῦτον. Ἰδοὺ δίδωμι αὐτὸν ἐγὼ εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος." Μάλα δὲ ἁρμοδίως ἦχον ὠνόμασε τῶν ἀπειλητικῶν ῥημάτων τὸν ψόφον· διελύθη γὰρ συντόμως τῇ θείᾳ ῥοπῇ. ΕΡΩΤ. ΞΓʹ. Πῶς νοητέον τό· "Ἐν τοῖς παιδαρίοις τῶν ἀρ χόντων τῶν χωρῶν;" Οὐ χρῄζω πλήθους, φησὶν, ἐγώ. Ἐν ὀλίγοις γὰρ μειρακίοις, καὶ πολέμων ἀπείροις, τὴν παμπόλλην ταύτην στρατιὰν διολέσω.