1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

61

κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ ποίμνια, καὶ βουκόλια, καὶ δούλους, καὶ δούλας· καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ, καὶ ἐν τῷ σπέρματί σου ἕως αἰῶνος." Ἀλλ' ἐκεῖνος μὲν ἐραστὴς χρη μάτων γεγονὼς ἀπεφάνθη λεπρός· ὁ δὲ τῶν προ φητῶν χορὸς τὴν ἐσχάτην πενίαν ἠσπάσατο. Οὐδὲ γὰρ οἰκίας εἶχον, ἀλλὰ καλύβαις ἐχρῶντο. ∆ιὸ τὸν μέγαν προφήτην ἱκέτευσαν συναπελθεῖν αὐτοῖς ξύλα τέμνουσιν εἰς τὴν τούτων κατασκευήν. Τοσαύτῃ δὲ ἐχρῶντο πενίᾳ, ὡς μηδὲ ἀξίνην ἀνέχεσθαι κτήσα σθαι. Αὐτίκα γοῦν μιᾶς εἰς τὸν ποταμὸν ἐμπεσού σης, εἴρηκεν ὁ ταύτην χρησάμενος, "Ὦ δὴ Κύ ριε, καὶ αὐτὸ κεχρημένον." Ἀλλὰ μηδεὶς ἡγεί 80.761 σθω βλάσφημον τὴν φωνήν. Ἐπεὶ καὶ ὁ προφήτης ∆αβὶδ ἐν τῇ πνευματικῇ μελῳδίᾳ φησίν· "Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή." Παραδόξως δὲ ἄγαν ὁ προφήτης ἀνήγαγε τὸ σιδήριον. Ξύλον γὰρ ἐμβαλὼν, παρεσκεύασεν ἐπιπολάσαι τὸ σιδήριον. Τοῦτο δὲ πάλιν προετύπου τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν. Ὥσπερ γὰρ τὸ μὲν κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, τὸ δὲ βαρύτατον ἐπεπό λασε σιδήριον· οὕτω τῆς θείας φύσεως ἡ κατάβασις τῆς ἀνθρωπίνης φύσεως ἐπραγματεύσατο τὴν ἀνάβασιν. ΕΡΩΤ. Κʹ. Τί ἐστιν· "Εἰς τὸν τόπον τὸν Φελμουνί;" Ὡς ἄν τις εἴποι, "Εἰς τόνδε τὸν τόπον·" τοῦτο γὰρ δηλοῖ τὸ φελμουνί. Ἀξιάγαστον δὲ τοῦ προ φήτου καὶ τοῦτο. Θηρευθεὶς γὰρ ἐθήρευσε τοὺς θη ρεύσαντας, καὶ ἀχλὺν τοῖς τούτων ὀφθαλμοῖς ἐπαγα γὼν, εἰς τὴν βασιλεύουσαν αὐτοὺς εἰσήγαγε πόλιν. Εἶτα τὴν ἀχλὺν ἀποσκεδάσαι τὸν Θεὸν ἱκε τεύσας, γνῶναι παρεσκεύασεν ὡς εἴσω τῶν ἀρκύων ἐλήφθησαν· καὶ ὅτι ζωγρῆσαι πειραθέντες ἐζώ γρηνται. Ἀξιέπαινον δὲ αὐτοῦ κἀκεῖνο. Τοῦ γὰρ βασιλέως ἀνελεῖν πειραθέντος, ἔφη· "Οὐ πατάξεις οὓς οὐκ ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου. Παράθες αὐτοῖς ἄρτους καὶ ὕδωρ, καὶ φαγέτω σαν, καὶ πιέτωσαν, καὶ ἀποστατήτωσαν πρὸς τὸν κύριον αὐτῶν." Εἰ σφαγεῖεν, φησὶν, οὐ γνωσθήσε ται τῆς θαυματουργίας τὸ μέγεθος· εἰ δὲ ὑγιεῖς ἀπέλθοιεν πρὸς τὸν ἀποστείλαντα, μαθήσεται κἀκεῖνος τοῦ Θεοῦ τοῦ ἡμετέρου τὴν δύναμιν. ΕΡΩΤ. ΚΑʹ. Ἡ κόπρος τῶν περιστερῶν ποίαν χρείαν ἐπλήρου; Ἡ τῆς πολιορκίας ἀνάγκη, καὶ τοῦ λιμοῦ τὸ μέ γεθος, ἠνάγκασεν αὐτοὺς ἀντὶ ἁλῶν κεχρῆσθαι τῇ κόπρῳ. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε προσέταξεν ὁ προφήτης κλεισθῆναι τὴν θύραν, καὶ ἐπισχεθῆναι τὸν παρὰ τοῦ βα σιλέως σταλέντα; Ὁ ἐμβρόντητος βασιλεὺς, τοῦ πατρὸς καὶ τῆς μητρὸς τὴν μιαιφονίαν ἐζηλωκὼς, προσέταξεν ἀπο τεμεῖν τοῦ προφήτου τὴν κεφαλήν· καὶ ταῦτα σάκ κον περιβεβλημένος, καὶ τὸν Θεὸν ἱκετεύων λῦσαι καὶ σκεδάσαι τὸ στυγνὸν ἐκεῖνο νέφος καὶ τετρι γός. Καὶ δέον ἱκετεῦσαι τὸν προφήτην, ὥστε τὴν ὑπὲρ αὐτοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠπείλησε δὲ κατασφάττειν ὡς ἀμε λοῦντα, ἢ ὡς ἑκόντα παρορῶντα τῆς συμφορᾶς τὴν 80.764 ὑπερβολήν. Ἀλλ' εὐθὺς μεταμεληθεὶς ἔδραμεν ἐπ έχων τὸν φόνον. Τοῦτο γὰρ καὶ ὁ προφήτης δεδήλω κεν· "Εἰ ἑωράκατε γὰρ, φησὶν, ὅτι καὶ ἀπέστει λεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; Ἴδετε ὡς ἐὰν εἰσέλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν, καὶ ἐκθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐκ ἰδοὺ ἡ φωνὴ τῶν ποδῶν τοῦ Κυρίου αὐτοῦ κατόπι σθεν αὐτοῦ;" Ἄλλ' ὅμως καὶ ταῦτα πάσχων ὁ προφήτης ἱκέτευσε τὸν ∆εσπότην, καὶ τὴν πολιορ κίαν ἀθρόως διέλυσε. Μετὰ τοῦτο τὸ διήγημα, ὁ τὴν ἱστορίαν συγγράψας ἐδίδαξεν ἡμᾶς, ὡς τῇ Σωμανί τιδι τὸν ἐσόμενον λιμὸν ὁ προφήτης προείρηκεν. Μεμήνυκε δὲ καὶ τὸν χρόνον. "Κύριος γὰρ, φησὶν, ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, καὶ παρέσται ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη." Αἰνίττεται δὲ ὁ λόγος, ὡς ὁ Ἰσραὴλ τοῦ λιμοῦ τὴν τιμωρίαν ἐδέξατο. ∆ιὸ δὴ τῇ Σωμανίτιδι παρεγγύησε λέγων· "Ἀνάστηθι καὶ πορεύου σὺ, καὶ ὁ υἱός σου, καὶ ὁ οἶκός σου· καὶ παροίκει οὗ ἐὰν εὕρῃς ἐκεῖ." Εἰ δὲ κοινὸς ἦν πάσης τῆς γῆς ὁ λιμὸς, οὐκ ἂν αὐτὴν ἑτέρωσε ἀπ εστάλκει. ∆ῆλον τοίνυν, ὡς ὁ Ἰσραὴλ ταῖς θεηλάτοις πληγαῖς ἐπαιδεύετο, ὡς μετὰ τοσαύτην ἐπιμέλειαν δυσσεβῶς πολιτευόμενος. Μανθάνομεν δὲ καὶ ἐντεῦ θεν, ὡς διπλῆς τετύχηκε χάριτος ὁ προφήτης· τοῦδε γὰρ