1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

64

ἡγουμένους τοῦ βασιλέως· Χοῤῥὶ δὲ καὶ Ῥα σεὶμ ἀσπιδηφόρους καὶ δορυφόρους. Τούτους τριχῆ διελὼν, τοὺς μὲν ἐκέλευσε φυλάσσειν τοῦ βασιλέως τὸν οἶκον, τοὺς δὲ τὴν εἴσοδον τοῦ θείου ναοῦ, τοὺς δὲ τὴν πύλην τὴν ἑτέραν. ΕΡΩΤ. ΛΖʹ. Τί σημαίνει τό· "Φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου μεσσαέ;" Τὸ μεσσαὲ οἱ λοιποὶ ἑρμηνευταὶ ἀπὸ διαφθορᾶς εἰρήκασι, τουτέστι μετὰ πάσης φυλακῆς, ὥστε μηδεμίαν γίνεσθαι βλάβην ἐν τῷ οἴκῳ τῷ θείῳ. Τὸ δὲ, "∆ύο χεῖρες ὑμῖν," ἀντὶ τοῦ, ἄρτιοί ἐστε καὶ ὑγιεῖς, καὶ ἱκανοὶ φυλάξαι καὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὸν τοῦ βασιλέως. Ἐκέλευσε δὲ τοὺς Λευΐτας μαχαιροφόρους εἶναι, καὶ τὸν βασιλέα φρουρεῖν. Τὸ δὲ, "Εἰσερχόμενος εἰς τὰ σαδηρὼθ ἀποθανεῖ 80.773 ται," τῶν Παραλειπομένων ἡ βίβλος οὕτως ἔχει· "Εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται." Οὕτω δὲ καὶ ὁ Ἰώσηπος εἴρηκε. Τὸ δὲ, "Ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς, ἕως ὠμίας τοῦ οἴκου τῆς ἀριστερᾶς," δηλοῖ ὡς μονοειδὲς σχῆμα οἱ Λευῗται πεποιηκότες, τὰ κέρατα εἶχον συνημμένα τῷ οἴκῳ, καὶ ἐν μέσῳ δὲ ὄντα τὸν βασιλέα ἐφρούρουν, ὁ δὲ στρατὸς ὁπλοφόρων ἔξω εἱστήκει, τοὺς εἰσιέναι πειρωμένους ἐπέχων. ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν· "Ἔδωκεν ἐπ' αὐτὸν τὸ ἁγίασμα καὶ τὸ μαρτύριον;" Ἡ βίβλος τῶν Παραλειπομένων οὕτως ἔχει· "Ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον, καὶ τὸ μαρτύριον· καὶ ἐβασίλευσαν αὐτὸν, καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπον, Ζήτω ὁ βασιλεύς." Ὡς εἶναι δῆλον, ὅτι τὸ μὲν ἁγίασμα χρίσμα ἐκάλεσε· μαρ τύριον δὲ τὸν βασιλικὸν στέφανον, ὡς τῆς βασιλείας δηλωτικόν· σύνδεσμον δὲ τὴν τυραννίδα εἰώθασιν ὀνομάζειν. Τοιαύτη δὲ ἦν τῆς Γοθολίας ἡ πονη ρία, ὅτι τὸν ἔκγονον βεβασιλευκότα θεασαμένη, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐβόησε· "Σύνδεσμος, σύν δεσμος." Ἀλλὰ καὶ τοῖς ἑκατοντάρχοις ἐκέλευσεν ὁ σοφώτατος ἱερεὺς "ἔξω τῶν ἱερῶν ἀνελεῖν αὐτὴν περιβόλων." Κἀνταῦθα δὲ ἡ μὲν τῶν Βασιλειῶν βί βλος, "ἔξωθεν τῶν σαδηρὼθ," ἔχει, τῶν δὲ Παρα λειπομένων, "ἐκτὸς τοῦ οἴκου." ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον τό· "∆ιέθετο Ἰωδαὲ ὁ ἱερεὺς δια θήκην ἀναμέσον Κυρίου, καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν Κυρίου;" Τὴν διαθήκην πανταχοῦ οἱ ἄλλοι ἑρμηνευταὶ συν θήκην εἰρήκασι. Τέθεικε, φησὶ, καὶ ὅρους καὶ νόμους, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ, ὥστε μόνῳ τῷ Κυρίῳ δουλεύειν, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. Ὅσον δὲ ὀνίνησι διδάσκαλος εὐσεβὴς, καὶ ἡ ἱστορία διδάσκει· "Ἐποίησε γὰρ, φησὶ, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐ τὸν Ἰωδαὲ ὁ ἱερεύς." Τὸ δὲ ἀτελὲς καὶ τοῦδε τοῦ βα σιλέως, καὶ τοῦ λαοῦ, ὁ ἱστοριογράφος ἐδίδαξεν. Ἐπήγαγε γάρ· "Πλὴν τῶν ὑψηλῶν οὐκ ἀπέστη σαν· ἔτι ὁ λαὸς ἐθυσίαζον καὶ ἐθυμίων ἐν τοῖς μετεώροις." Οἶμαι δὲ νῦν μὴ τῶν ψευδωνύμων αὐ 80.776 τοῖς θεῶν ἐπιμέμφεσθαι λατρείαν, ἀλλὰ τὰς παρὰ τὸν Μωσαϊκὸν νόμον ἔξω τοῦ Θεοῦ νεὼ γεγενημέ νας θυσίας. ΕΡΩΤ. Μʹ. Τί ἐστι· "Ἀργύριον συντιμήσεως ἀνδρὸς, ἀργύ ριον συντιμήσεως ψυχῶν;" Τούτων τὸν νοῦν τὸ ∆ευτερονόμιον ἑρμηνεύοντες δεδηλώκαμεν. Προσέταξε γὰρ ὁ ∆εσπότης τοὺς ὑπ ισχνουμένους τὴν ὑπὲρ αὐτῶν τιμὴν προσφέρειν τῷ Σωτῆρι Θεῷ πόσους σίκλους προσήκει διδόναι. Ἐκέλευσε τοίνυν ὁ βασιλεὺς Ἰωὰς ἅπαν τὸ προσφερόμενον ἀργύριον τοὺς ἱερέας κομίσασθαι, καὶ αὐτοὺς ποιεῖσθαι τὴν προσήκουσαν θεραπείαν τοῦ νεώ. Τοῦτο γὰρ λέγει, "Αὐτοὶ κραταιώσουσι τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ." Βε δὲκ δὲ καλεῖ τῶν ἐφθαρμένων ξύλων ἢ λίθων τὴν θεραπείαν. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος ἀντὶ τοῦ "ποιῆσαι τὸ βεδὲκ," "ἐπισκευάσαι τὸν οἶκον Κυρίου," λέγει, καὶ πάλιν, "τοῦ θεραπεῦσαι τὸν οἶκον Κυρίου." ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον· Καὶ μετεμελήθη Κύριος, καὶ ᾤκτει ρεν αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ; Ἰωάχας ὁ τοῦ Ἰηοῦ υἱὸς, ὁ τῶν δέκα φυλῶν βασι λεὺς, εἰς ἀσέβειαν ἀποκλίνας, κοινωνὸν ἔσχε τὸν λαὸν τῆς τῶν εἰδώλων λατρείας. ∆ίκας τοίνυν αὐτοὺς ὁ Θεὸς εἰσπραττόμενος, τῷ Ἀζαὴλ παρέδωκεν ὃν χειροτονῶν βασιλέα Συρίας Ἑλισσαῖος ὁ μέγας πλεῖστα ἐξέχεε δάκρυα· ἅτε δὴ προβλέπων τὸν ὄλεθρον, ὃν ἔμελλεν ποιήσων ταῖς δέκα φυλαῖς.