1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

30

τούτοις καὶ τὰ ἑξῆς· "Εἶπε γὰρ, φησὶ, ∆αβὶδ πρὸς Ἀβεσσὰ, καὶ πρὸς πάν τας τοὺς παῖδας αὑτοῦ, Ἰδοὺ ὁ υἱός μου, ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου, ζητεῖ τὴν ψυχήν μου. Εἰ δὲ καὶ νῦν οὗτος ὁ υἱὸς τοῦ Ἰεμιναίου, ἄφετε αὐτὸν, κατ αράσθω, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ." Οὗτος, φησὶν, ἐκ τῆς τοῦ Σαούλ ἐστι συγγενείας, 80.644 παλαιὰν ἔχων περὶ ἐμὲ τὴν δυσμένειαν· καὶ εἰκός τινας εἰπεῖν, ὅτι καιρὸν εὑρὼν ἐγύμνωσε τὴν ἀπέχ θειαν. Τὸν υἱόν μου, τὸν ὑπ' ἐμοῦ καὶ σπαρέντα, καὶ τραφέντα, καὶ εἰς τοῦτο ἡλικίας ἐλάσαντα καὶ τιμῆς, τίς ἐκπεπολέμωκέ μοι; ∆ῆλον τοίνυν ὡς ἡ ψῆ φος ἄνωθεν ἐξενήνεκται· καὶ οἷς προεῖπεν ἐπιφέρει τὸ πέρας. Ἐγὼ δὲ φέρω καὶ τοὺς παροινοῦντας, καὶ τοὺς φονῶντας, ἵνα ταύτῃ πραΰνω τὴν θείαν ὀργήν. Ταῦτα μὲν οὖν ὁ θεῖος οὗτος εἶπεν ἀνήρ. Εἰδέναι δὲ χρὴ, ὡς οὐ τῆς θείας ἐστὶν ἐνεργείας, οὔτε τοῦ Ἀμνὼν ἡ παράνομος συνουσία, οὔτε τοῦ Ἀβεσ- σαλὼμ ἡ ἀδελφοκτονία, καὶ ἡ κατὰ τοῦ πατρὸς γε γενημένη μανία· ἀλλὰ τῆς θείας Προνοίας ἡ οἰκία γυμνωθεῖσα σκάφος ἀκυβέρνητον ἐμιμεῖτο, καὶ τῶν πονηρῶν δαιμόνων τὰς τρικυμίας ἐδέχετο. ΕΡΩΤ. ΛΒʹ. Πῶς ἐχρῆτο συμβούλῳ τῷ Ἀχιτόφελ ὁ θεῖος ∆αβὶδ πονηρὰ συμβουλεύοντι; Οἱ παμπόνηροι ἄνδρες κρύπτουσι τὴν πονηρίαν συνόντες τοῖς ἀγαθοῖς· εὑρόντες δέ τινα τοῖς αὐτῶν ἐπιτηδεύμασι χαίροντα, γυμνοῦσι ταύτην, καὶ τὰ πρόσφορα τοῖς ἀκούουσι φθέγγονται. Τοιοῦτος ἦν καὶ οὗτος. Καὶ γὰρ τῷ θείῳ ∆αβὶδ πρὸς τὸν ἄριστον αὐτοῦ σκοπὸν τὰς εἰσηγήσεις προσέφερε, καὶ τῷ Ἀβεσσαλὼμ τὰ τῷ τρόπῳ κατάλληλα συνεβούλευε. ∆εδιὼς γὰρ μὴ συναγάγῃ πάλιν αὐτοὺς ἡ φύσις, εἶτα τῶν καταλλαγῶν γενομένων δίκας ἀπαιτηθῇ προδοσίας, τὴν ἐσχάτην ἐκείνην παρανομίαν ὑπέθε το, ὥστε μηδεμίαν παρείσδυσιν γενέσθαι καταλ λαγῶν. Ἔτισε δὲ παραυτίκα ποινὴν τῆς ἀνοσίας ἐκείνης καὶ πονηρᾶς εἰσηγήσεως· καὶ ἐπειδὴ κατὰ τοῦ πατρὸς ὥπλισε τὸν υἱὸν, αὐτὸς πάλιν καθ' ἑαυ τοῦ τὰς χεῖρας καθώπλισε· καὶ ταύταις ἐμβα λὼν τῷ τραχήλῳ τὸν βρόχον, τρισάθλιον ὑπέμεινε τέλος. Ἱκανὸς γὰρ ὢν προϊδεῖν τῶν πραττομένων τὸ τέλος, μὴ δεχθείσης τῆς εἰσηγήσεως, ἔγνω τοῦ ∆αβὶδ ἐσομένην τὴν νίκην· καὶ δείσας τὴν προδο σίαν, αὐτοχειρίᾳ τὴν τιμωρίαν ἐδέξατο. Ἐδίδαξε δὲ ἡ θεία Γραφὴ, ὡς ὁ Θεὸς συνέπραξε τῷ Χουσί. "Κύριος γὰρ, φησὶν, ἐνετείλατο τοῦ διασκεδάσαι τὴν βουλὴν Ἀχιτόφελ τὴν ἀγαθὴν, ἀντὶ τοῦ, τὴν τῇ τυραννίδι συμφέρουσαν. Τούτου χάριν ψάλλων ὁ μακάριος ἔλεγε ∆αβίδ· "Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο." 80.645 ΕΡΩΤ. ΛΓʹ. Τί ἐστι, "Καὶ νῦν ἀφαιρεθήσεται ἐξ ἡμῶν ἡ γῆ δέκα χιλιάσι;" Κοινωνῆσαι τῆς συμπλοκῆς βουληθέντα τὸν βασι λέα διεκώλυσεν ὁ στρατηγὸς, καὶ δεδιὼς μή τι πάθῃ (εἰκὸς γὰρ ἦν κατ' αὐτοῦ μόνου χωρῆσαι τοὺς δυσμενεῖς), καὶ ἀγωνιῶν μὴ νικήσας οἰκτείρῃ τὸν τύραννον. Ἔφασαν τοίνυν, ὅτι Ἐὰν ἡττηθέντες ἀποδράσωμεν, τὴν ζωὴν ἔχομεν ἀποχρῶσαν παρα ψυχήν· ἐὰν δέ τι σὺ πάθῃς, χωρήσει κατὰ πάν των ἡ συμφορά. Σὺ γὰρ μόνος μυρίαις μυριάσιν ὑπερέχεις πάντων ἡμῶν. Ταύτην γὰρ τὴν ἔννοιαν ὁ Σύμμαχος τέθεικεν· "Καὶ σὺ ὡς ἡμεῖς δέκα χι λιάσιν." Ὁ δὲ δίκαιος Κριτὴς τῷ μὲν ∆αβὶδ ταύτας ἐπενεχθῆναι τὰς συμφορὰς συνεχώρησε, τὴν γεγενη μένην παρανομίαν ἰώμενος· ἐκεῖνον δὲ τὸν ἀλιτήριον δίκας ἀξίας εἰσέπραξεν. Ἐλαύνοντι γὰρ ἐν τῷ δρυμῷ παρεσκεύασεν ὑπὸ φυτὸν εἰσελθεῖν, ὃ δύο κλάδους εἶχεν ἐπικλινεῖς ἐγκαρσίως βεβλαστηκότας, οὐ πολὺ διεστῶτας ἀλλήλων. Ἐκεῖθεν παριούσης τῆς ἡμιόνου, ἐνεπάρη μὲν μεταξὺ τῶν κλάδων ἡ κεφαλὴ ἐξηρτήθη δὲ ἅπας· διήλασε δὲ τὴν ἡμίονον τῶν φύλλων ὁ κτύπος· μεμένηκε δὲ ἐκεῖνος ἐξηρτη μένος, ἥδιστον θέαμα τοῖς εὐσεβέσι γενόμενος, καὶ τῆς πάντα πρυτανευούσης Προνοίας τὴν ψῆφον ἐπι δεικνύς. Τοῦτό τις τῶν ἄλλων στρατιωτῶν θεασά μενος, οὐκ ἐτόλμησεν ἐπενεγκεῖν αὐτῷ τὴν πλη γήν· ἐδεδίει γὰρ τοῦ βασιλέως τὸν νόμον. Ὁ δὲ στρατηγὸς, τὸν πατέρα κεχρῆσθαι τῇ εὐσπλαγχνίᾳ