1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

23

καὶ εὐνομίας βεβαίωσιν εἴρηκεν, ἵνα τῶν εὐεργεσιῶν μεμνημένος θεραπεύῃ τὸν εὐεργέτην. Ὑπέσχετο δὲ καὶ τοῦ λαοῦ προμηθεῖσθαι· "Θήσομαι γὰρ, φησὶ, τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθ' ἑαυτόν." Κατὰ τὸν θεῖον γὰρ πολιτευόμενος νόμον, τῶν ἄλλων ἐθνῶν ἐκε χώριστο. Τὸ δὲ, "Οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν," τὰ ἑξῆς ἑρμηνεύει· "καθὼς ἀπ' ἀρχῆς, φησὶ, καὶ ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ." Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τῶν κριτῶν, ποτὲ μὲν Ἀμμανίταις καὶ Μωαβίταις, ποτὲ δὲ Μαδιηνίταις καὶ ἀλλοφύλοις ἐδούλευσαν, ὑπέσχετο αὐτοῖς ἀκεραίαν σώζειν τὴν βασιλείαν, καὶ τῶν συχνῶν τούτων ἀπαλλάξειν μετα βολῶν. Εἶτα τὸν λογικὸν, καὶ θεῖον, καὶ σωτήριον αὐτοῖς οἰκοδομήσειν ναὸν ἐπηγγείλατο. "Καὶ ἀπαγ γελεῖ σοι γὰρ, φησὶ, Κύριος, ὅτι οἰκοδομήσει οἶκον ἑαυτῷ. Ὅτι δὲ τὴν ἐκ τῆς ἁγίας Παρθένου σάρκα καὶ αὐτὸς ᾠκοδόμησε, καὶ αὐτὴν ναὸν προσηγό ρευσεν, ὁ εὐαγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξε, τὴν Ἰουδαίων ἐρώτησιν καὶ τοῦ ∆εσπότου Χριστοῦ τὴν ἀπόκρισιν τῇ συγγραφῇ τῶν ἱερῶν Εὐαγγελίων ἐντεθεικώς. Τῶν γὰρ Ἰουδαίων εἰρηκότων· "Τί ση μεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;" ὑπολαβὼν ὁ Κύριος ἔφη· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι 80.617 σὶν ἡμέραις ἐγερῶ αὐτόν." Τοπασάντων δὲ τῶν Ἰουδαίων περὶ τοῦ ἀψύχου ταῦτα εἰρῆσθαι ναοῦ, ὁ εὐαγγελιστὴς ἐπήγαγεν· "Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Καὶ ὅτε ἠγέρθη ἐκ τῶν νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς." Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τῶν πιστῶν τὸν σύλλογον οἶκον Θεοῦ προσηγόρευσε. "Χριστὸς γὰρ, φησὶν, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς." Ταῦτα προηγόρευσεν ὁ προφήτης· "Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ." Περὶ δὲ τοῦ χειροποιήτου νεὼ οὕτως ἔφη· "Καὶ ἔσται ὡς ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθῇς μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ· ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου." Ταῦτα περὶ τοῦ Σολομῶντος εἰπὼν ἀναμίγνυσι τῇ προῤῥήσει τὰ περὶ τοῦ ∆εσπότου Χριστοῦ· "Ἀνορθώσω γὰρ, ἔφη, τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πα τέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν." Ὅτι δὲ ταῦτα περὶ τοῦ ∆εσπότου ἐῤῥέθη Χριστοῦ, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὕτως εἰπὼν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Τίνι γάρ ποτε τῶν ἀγγέλων αὐτοῦ εἶπεν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;" καὶ πάλιν, "Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;" Εἶτα διδάσκει πόσης διὰ τοῦτον τὸν υἱὸν οἱ κατὰ σάρκα πρόγονοι, καὶ παρανομοῦντες, ἀπολαύουσι προμηθείας· "Ἁμαρτάνοντας γὰρ, φησὶν, ἐλέγξω μὲν καὶ παι δεύσω· τὸν δὲ ἔλεόν μου οὐκ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα." Τὸ δὲ, "Ἐν ἁφαῖς υἱῶν ἀνθρώπων," ἀντὶ τοῦ, Ταῖς δι' ἀνθρώπων παιδείαις, τέθεικεν· ἐπειδὴ διὰ χει ρῶν καὶ ἡ ἁφὴ, καὶ ἡ ἀνθρωπίνη σφαγή. Καὶ τὰ ἑξῆς δὲ πάλιν ἥκιστα μὲν τοῖς τοῦ Ἰσραὴλ βασιλεῦσιν ἁρμόττει· ἐπὶ δὲ μόνου τοῦ ∆εσπότου Χριστοῦ τὸ ἀληθὲς αὐτῶν δείκνυται. "Πιστωθήσεται γὰρ, φησὶν, ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα." Ὁ δὲ Σολομὼν οὐδὲ τὸ μακρόβιον τῶν ἄλλων ἔσχεν ἀνθρώπων, οὐδὲ εἰς τὸ τοῦ πατρὸς ἔφθασε γῆρας· καὶ τοὺς ἐκ τού του δὲ ἅπαντας κοινὸν διεδέξατο τέλος. ∆υοῖν τοί νυν θάτερον ἀνάγκη· ἢ τῷ ∆εσπότῃ ταῦτα ἁρμό 80.620 σαι Χριστῷ, ἢ ψευδῆ φάναι τοῦ Θεοῦ τῶν ὅλων τὴν πρόῤῥησιν· ἀλλὰ τοῦτο δυσσεβὲς καὶ ἀνόσιον. Ἀνάγκη τοίνυν, κἂν μὴ θέλωσιν Ἰουδαῖοι, τὸ ἕτερον δέξασθαι. Τούτων ἀκούσας ὁ βασιλεὺς, τὸν μεγα λόδωρον ὕμνησε Κύριον· καὶ πρῶτον ὡμολόγησε τὴν οἰκείαν εὐτέλειαν· "Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγά πησάς με ἕως τούτου;" ∆ηλοῖ δὲ ὁ λόγος τῶν δω ρεῶν τὸ μέγεθος. Εἶτα τὸ παντοδύναμον τοῦ ∆εσπότου διδάσκων ἐπήγαγε· "Καὶ κατεσμίκρυνται σμικρὰ ταῦτα ἐνώπιόν σου, Κύριέ μου,