1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

29

προ εγράφη διδασκαλίαν, ἵνα μάθωμεν, ὡς οὐ χρὴ εὖ μὲν πράττουσι τοῖς φίλοις συνεῖναι, δυσπραγίᾳ δὲ περι πεσόντας ἐᾷν. ΕΡΩΤ. ΚΘʹ. Τί δήποτε τοὺς ἱερέας καὶ τὴν κιβωτὸν ἀκολου θεῖν κεκώλυκεν; Καὶ εὐσεβὴς ὢν, καὶ προφήτης, ᾔδει τί πέπονθεν ἡ κιβωτὸς εἰς ἐπικουρίαν τῶν παρανόμων ληφθεῖσα. 80.640 Ἐκεῖνοι μὲν γὰρ ἀνῃρέθησαν· αὕτη δὲ δορυάλωτος ἐδόθη τοῖς ἀλλοφύλοις. Ταῦτα δεδιδαγμένος, πρὸς Σαδοὺκ εἶπε τὸν ἱερέα, "Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς. Ἐὰν εὕρω χάριν ἐνώπιον Κυρίου, καὶ ἐπιστρέψῃ με, καὶ ὄψομαι αὐτὴν, καὶ τὴν εὐ πρέπειαν αὐτῆς· καὶ ἐὰν εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐ τοῦ." Οὐ δύναμαι, φησὶ, μετ' ἐμαυτοῦ τὸν κατ ήγορον περιφέρειν. Ἔνδοθεν ἀκούω φθεγγομένου τοῦ νόμου· "Οὐ μοιχεύσεις, οὐ φονεύσεις·" ἐγὼ δὲ τοὺς δύο πεπάτηκα νόμους. Ὅταν ὁ νομοθέτης καθαριεῖ μου τὸν τῆς ψυχῆς ὀφθαλμὸν, τότε ἰδεῖν δυνήσομαι τὴν εὐπρέπειαν αὐτῆς· ἐὰν δέ με παν τάπασι τῆς οἰκείας κηδεμονίας γυμνώσῃ, ∆εσπότης ἐστὶν, ἐγὼ δὲ οἰκέτης ἐμαυτὸν ὑποτιθεὶς ταῖς παι δείαις. Ταῦτα δακρύων ἔλεγεν ὁ θεῖος ἀνὴρ, τὸ πένθιμον περικείμενος σχῆμα· ἐκεκάλυπτο μὲν γὰρ τὴν κεφαλὴν, γυμνοῖς δὲ τοῖς ποσὶ κεχρημένος ἐβάδιζεν· ἐκοινώνει δὲ τοῦ πένθους ἡ στρατιά. Οὕτω φεύγων ἔγνω τοῦ Ἀχιτόφελ τὴν προδοσίαν· ἀλλ' εὐθὺς πρὸς τὸν οἰκεῖον ∆εσπότην κατέφυγεν, οὐ κεραυνοῖς αὐτὸν βληθῆναι παρακαλέσας, ἀλλὰ ματαίαν αὐτοῦ ἀποφανθῆναι τὴν συμβουλήν. Καὶ γὰρ φησὶν, "Ὁ Θεός μου, ματαίωσον δὴ τὴν βουλὴν Ἀχιτόφελ." Τὸ δὲ "ματαίωσον" ὁ Ἀκύλας, ἀφρόνησον, εἴρηκεν, ἀντὶ τοῦ, δεῖξον ἄφρονα καὶ ἀσύνετον. Τὸ δὲ ῥῶς τὴν ἄκραν λέγει. Ἀνελθὼν γὰρ, φησὶν, εἰς ῥῶς, τουτέστιν εἰς τὴν ἄκραν (λέγει δὲ τὸν ἐλαιῶνα, ἀφ' οὗ ὁ ∆εσπό της ἀνελήφθη Χριστὸς), προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, εἰς τὴν σκηνὴν, ὡς εἰκὸς, ἀποβλέψας, καὶ τὴν κιβωτὸν τὴν ἐν αὐτῇ κειμένην. ΕΡΩΤ. Λʹ. Τινὲς οὐκ ἐπαινοῦσι τοῦ Χουσὶ τὸ ψεῦδος. Καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὸν σκοπὸν ἐξετάζειν προσήκει. Οὕτω γὰρ κρίνοντες εὑρήσομεν καὶ κατηγορουμένην ἀλήθειαν. "Ὁ γὰρ Ἡρώδης διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμέ νους, ἀπέκτεινε τὸν Ἰωάννην." Ἀλλ' οὐδεὶς οὕτως ἠλίθιος, ὡς ἐπαινέσαι τὴν ἐπὶ σφαγῇ γεγενημένην ἀλήθειαν. Ἄμεινον γὰρ ἦν μὴ ὀμόσαι· ἐπεὶ δὲ ὤμοσε, τὸ ψεῦδος αἱρετώτερον τῆς σφαγῆς. Καὶ 80.641 ἐνταῦθα τοίνυν ἡ ὑπόκρισις, οὐκ ἐπὶ κέρδει χρημά των, οὐκ ἐπὶ λύμῃ ἑτέρων, ἀλλ' ἐπὶ ζήλῳ προφή του καὶ βασιλέως εὐσεβοῦντος, ἐγένετο. ΕΡΩΤ. ΛΑʹ. Μέμφονταί τινες τῷ ∆αβὶδ, ὡς τοῦ Σιβᾶ δεξα μένῳ τοὺς λόγους. Πολλάκις εἶπον, ὡς οὐχ ἅπαντα ἐγίνωσκον οἱ προφῆται· οὗτος δὲ καὶ πιθανοῖς ἐχρήσατο λόγοις. Αὐτὸς μὲν γὰρ ἀφίκετο πρὸς τὸν θεῖον ∆αβὶδ, ἐκεῖ νον δὲ ἔφη τὴν βασιλείαν φαντάζεσθαι. Πρὸς δὲ τούτοις, καὶ δῶρα προσήνεγκε, τὴν οἰκείαν ἐπιδει κνὺς εὔνοιαν. Ὕστερον δὲ καὶ τοῦ Μεμφιβαὰλ τοὺς λόγους δεξάμενος, ἀμφοτέροις μὲν τὴν κτῆσιν δι ένειμεν, ἐκεῖνον δὲ πάλιν τῆς αὐτῆς κηδεμονίας ἠξίωσε· καὶ τοῦ λιμοῦ γενομένου, καὶ τῶν Γαβαω νιτῶν ἑπτὰ τῶν τοῦ Σαοὺλ συγγενῶν αἰτησάντων, οὐκ ἐξέδωκε τὸν Μεμφιβαὰλ, ἀλλὰ τὰς πρὸς τὸν Ἰωνάθαν γεγενημένας συνθήκας ἐπλήρωσεν. Ἀξιάγαστα δὲ τοῦ ∆αβὶδ καὶ τὰ περὶ τοῦ Σεμεεὶ πρὸς τὸν Ἀβεσσὰ εἰρημένα. Ἐκείνου γὰρ αὐτὸν λίθοις βάλλοντος, καὶ τὸν χοῦν αὐτοῦ καταχέοντος, καὶ λό γοις ἑτέροις καὶ ἔργοις προπηλακίζοντος, καὶ ἄν δρα αἱμάτων καὶ παράνομον ἀποκαλοῦντος, ὁ μὲν Ἀβεσσὰ ὑποστράτηγος ὢν τὴν παροινίαν οὐκ ἤνεγκεν, ἀλλ' ἔφη, "Ἵνα τί καταρᾶται ὁ κύων ὁ ἐπικατάρατος οὗτος τὸν κύριόν μου τὸν βασι λέα; διελεύσομαι δὴ, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐ τοῦ." Ἀλλ' ὁ πάντων πραότατος ὑπολαβὼν ἔφη, "Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουΐα; ἄφετε αὐτὸν, διότι καταρᾶταί με, ὅτι ὁ Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν ∆αβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ὅτι πεποίηκας οὕτως;" Ἱμάς ἐστιν οὗτος, φησὶ, τοῦ Θεοῦ, καὶ ῥάβδος. Οὐχ ὁρῶ τὸν ἱμάντα, ἀλλὰ τὸν μαστιγοῦντα· ταῖς ἐμαυτοῦ παρανομίαις ἐπιγράφω τὰς συμφοράς· οὐχ ἅπτομαι τῆς ῥάβδου, ἵνα μὴ παροξύνω τὸν παίοντα. Συμφωνεῖ δὲ