1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

60

προφήτης ἐμφυσήσας ἀν έστησε τὸ μειράκιον. Ἀλλ' ὁ μὲν δημιουργὸς ἐμφυ σήσας ἐδημιούργησε τὴν οὐκ οὖσαν ψυχήν· ὁ δέ γε προφήτης τὴν οὖσαν εἰς τὸ οἰκεῖον ἐπανήγαγε σῶμα. Τὸ δὲ ἐνέπνευσεν ἐπ' αὐτὸν, συνεκάλυψεν οἱ ἄλλοι εἰρήκασι. Τὰ δὲ οἰκεῖα αἰσθητήρια τοῖς ἐκείνου προσήρμοσεν, ὀφθαλμοὺς ὀφθαλμοῖς, στόμα στόματι, χεῖρας χερσίν· ἵνα τῆς τοῦ ζῶντος ὁ τε θνεὼς μεταλάβῃ ζωῆς, τῆς πνευματικῆς δηλονότι χάριτος τὴν ζωὴν χορηγούσης. 80.757 ΕΡΩΤ. ΙΘʹ. Τί ἐστι "συλλέξαι ἀριώθ;" Οἱ ἄλλοι ἄγρια λάχανα ταῦτα ἡρμήνευσαν. Τούτοις τὴν τολύπην οἱ συλλέγοντες ἀγνοοῦντες ἀνέμιξαν· ἀλλὰ τοῦ δηλητηρίου τὴν ἐνέργειαν ἤμ βλυνεν ὁ προφήτης, ἄλευρον ἐπιβληθῆναι κελεύσας τῷ λέβητι. Ἤμβλυνε δὲ οὐχ ἡ τοῦ ἀλεύρου φύσις, ἀλλ' ἡ τοῦ προφήτου χάρις. Οὕτω καὶ τῶν ὑδάτων ἀγονίαν εἰς πολυγονίαν οὐχ οἱ ἅλες μετέβαλον, ἀλλ' ἡ τοῦ προφητικοῦ πνεύματος δύναμις. Τῶν μέντοι προφητῶν τὸν ἀκτήμονα βίον ἡ ἱστορία διδάσκει. Ὁ γὰρ τούτων πρωτεύων νῦν μὲν ἀγρίοις αὐτοὺς λα χάνοις εἱστίασε· νῦν δὲ κριθίνους εἴκοσιν ἑκατὸν ἀνδράσι παρέθηκε, καὶ τούτους ὑφ' ἑτέρων προσ ενεχθέντας. Τοσαύτης δὲ αὐτοῖς εὐλογίας μετέδωκεν, ὡς καὶ τῶν ἑκατὸν πληρῶσαι τὴν χρείαν, καὶ μετὰ τὸν ἐκείνων κόρον ἱκανοὺς περιττεῦσαι. Τοσαύτη δὲ ἦν τῆς πενίας ἐκείνης ἡ δύναμις, ὡς τὸν βασιλέα τῶν Σύρων ἐκείνης δεηθῆναι τῆς χάριτος, καὶ Νεε μὰν ἀποστεῖλαι τὸν στρατηγὸν, ὥστε αὐτὸν διὰ τῆς προφητικῆς προσευχῆς ἀπαλλαγῆναι τῆς λέπρας· καὶ ὁ μὲν βασιλεὺς Ἰσραὴλ τοῖς τοῦ Σύρου ἐντυ χὼν γράμμασι, δι' ἀφορίαν τὴν ἐσθῆτα διέῤῥηξεν. Ὁ δέ γε προφήτης ὁ πένης αὐτῷ μὲν ἐνεμέσησεν· ἀποσταλῆναι δὲ αὐτῷ τὸν Νεεμὰν παρηγγύησε, καὶ ἰδεῖν μὲν αὐτὸν, ὡς λεπρὸν, οὐκ ἠνέσχετο τὸν νόμον φυλάττων, ὡς ὑπὸ τῷ νόμῳ πολιτευόμενος· ἑπτάκις δὲ λούσασθαι ἐν τῷ Ἰορδάνῃ αὐτὸν προσέταξε πο ταμῷ. Σώματος δὲ ἦν ἡ λέπρα· ἐκ δὲ τῶν τεσ σάρων τοῦτο στοιχείων συνέστηκεν· ἐν ἑπτὰ δὲ ἡμέραις ὁ παρὼν βίος ἀνακυκλοῦται. Τῆς δὲ ψυχῆς ἡ κάθαρσις κατὰ τὸν ἀριθμὸν τῆς ἁγίας ἀποτελεῖται Τριάδος. Ὁ δὲ Νεεμὰν τὸ πρῶτον μὲν ἀντεῖπε, βελ- τίους εἶναι τοὺς ∆αμασκοῦ ποταμοὺς εἰρηκώς· τὴν εἰσήγησιν δὲ τῶν οἰκείων δεξάμενος, ἀπελήλυθε· καὶ τοῦ πάθους ἀπαλλαγεὶς προσελήλυθε τῷ προφήτῃ. Καὶ πρῶτον μὲν αὐτῷ τὰ πολύτιμα προσενήνοχε δῶρα· ὁ δὲ προφήτης τὴν πολυπόθητον πενίαν παν τὸς προτετίμηκε πλούτου, καὶ τὴν εὐαγγελικὴν νο μοθεσίαν πρὸ τῆς νομοθεσίας πεπλήρωκε. "∆ωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε." Ὁ δὲ θαυμάσιος 80.760 ἐκεῖνος ἀνὴρ, καὶ αὐτὴν τοῦ Ἰσραὴλ τὴν γῆν ἡγιᾶ σθαι πιστεύων, ἠξίωσε δύο γόμους ἡμιονικοὺς ἐκ ταύτης λαβεῖν, ὥστε ἐπὶ ταύτης μόνῳ προσ φέρειν τῷ ∆εσπότῃ Θεῷ τὰς νενομισμένας θυσίας. "Οὐ γὰρ ποιήσει, φησὶν, ὁ δοῦλός σου ὁλοκαύτωμα ἢ θυσίαν θεοῖς ἑτέροις, ἀλλ' ἢ τῷ Κυρίῳ μόνῳ. Καὶ περὶ τοῦ λόγου τούτου ἱλάσεταί μοι Κύριος τῷ δούλῳ σου, καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεεμὰν προσκυνῆσαι ἐκεῖ, ὅτι αὐτὸς ἐπαναπαύεται ἐπὶ τῆς χειρός μου· καὶ ἐν τῷ προσ κυνεῖν αὐτὸν εἰς οἶκον Ῥεεμὰν, προσκυνήσω ἅμα αὐτῷ Κυρίῳ τῷ Θεῷ, καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου περὶ τοῦ λόγου τούτου." Ἀνάγκη με, φησὶ, συνεισιέναι τῷ βασιλεῖ τὸν ψευδώνυμον θεὸν προσ κυνεῖν βουλομένῳ. Ἀλλ' εἰσιὼν ἐγὼ τὸν ἀληθινὸν προσκυνήσω Θεόν· συγγνώμης τυχεῖν ἱκετεύων, ὅτι δὴ διὰ τὴν βασιλικὴν ἀνάγκην εἰσελθεῖν πρὸς τὸν ψευδώνυμον θεὸν ἀναγκάζομαι. Τοῦτο γὰρ δεδή λωκεν, εἰρηκώς· "Ἱλάσεταί μοι Κύριος τῷ δούλῳ σου περὶ τοῦ λόγου τούτου." Ταῦτα δὲ τὰ ῥήματα τῆς Ἰουδαϊκῆς πληθύος κατηγορεῖ, ὅτι καὶ νόμον ἔχοντες, καὶ προφήτας, καὶ ἱερέας, καὶ θαυματουρ γίας καὶ θεοσημίας ὁρῶντες, τὴν τῶν εἰδώλων θε ραπείαν τῆς τοῦ Θεοῦ προτετιμήκασι θεραπείας. Ἄξιον δὲ θαυμάσαι τοῦ προφήτου καὶ τῆς χάριτος τὴν ἰσχὺν, καὶ τῆς ψήφου τὸ δίκαιον. Καὶ γὰρ ἔγνω τοῦ Γιεζεὶ τὴν κλοπὴν, καὶ τὴν λέπραν αὐτῷ τοῦ Νεεμὰν ἀπεκλήρωσεν. "Οὐχὶ ἡ καρδία μου, φησὶν, ἦν μετὰ σοῦ, ὅτε κατεπήδησε Νεεμὰν ἀπὸ τοῦ ἅρ ματος αὐτοῦ εἰς συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ τὰ ἱμάτια, καὶ λήψῃ ἐν αὐτῷ