1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

19

ἀνὴρ, ὑπὸ τῆς πολλῆς ἀθυμίας φλεγό μενος, τοῖς ἀψύχοις ὄρεσιν ἐπηράσατο. ΕΡΩΤ. Ζʹ. Τινὲς κωμῳδοῦσι τὸ περὶ τοῦ Ἰωνάθαν εἰρημέ νον, "Ἐπέπεσεν ἡ ἀγάπη σου ἐπ' ἐμὲ, ὡς ἡ ἀγάπη τῶν γυναικῶν." Ὡς ἠλίθιοι τοῦτο πάσχουσιν. Ἔδει γὰρ αὐτοὺς συνιδεῖν, ὡς δεῖξαι βουληθεὶς τῆς φιλοστοργίας τὸ θερμόν τε καὶ γνήσιον, τὴν εἰκόνα παρήγαγε. Το σαύτη γάρ ἐστι τοῦ ἀνδρὸς ἡ περὶ τὴν γυναῖκα διά θεσις, ὡς τὸν περὶ τοῦ γάμου νόμον εἰπεῖν· "Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν." Τοῦτο καὶ ὁ Ἐλκανᾶ δεδήλωκε τὴν Ἄνναν ψυχαγωγῶν· "Οὐκ ἀγαθός σοι γὰρ ἐγὼ, ἔφη, ὑπὲρ δέκα 80.601 τέκνα;" Ὥσπερ τοίνυν τοὺς νόμῳ γάμου συνελθόν τας ἡ συνάφεια σάρκα μίαν ἀποτελεῖ, οὕτω τῶν εἰλικρινῶς ἀγαπώντων ἑνοῖ τὰς ψυχὰς ἡ διά θεσις. ΕΡΩΤ. Ηʹ. Τίνος χάριν ὁ Θεὸς τὸν ∆αβὶδ πρῶτον εἰς τὴν Χεβρὼν ἀνελθεῖν προσέταξεν; Τὸ μὲν ἀληθὲς αὐτὸς ὁ κελεύσας ἐπίσταται· ἐγὼ δὲ οἶμαι διὰ τὸ τοὺς πατριάρχας κατ' ἐκείνην τὴν πόλιν καὶ ζῶντας οἰκῆσαι, καὶ τελευτήσαντας ἀξιω θῆναι ταφῆς. Πρὸς δὲ τούτοις καὶ δι' ἕτερον, ἐκ τῆς Ἰούδα φυλῆς ὁ θειότατος ∆αβίδ· ταύτης δὲ τῆς φυλῆς κατ' ἐκεῖνον τὸν καιρὸν μητρόπολις ἦν ἡ Χε βρών· ἔτι γὰρ τὴν Ἱερουσαλὴμ οἱ Ἰεβουσαῖοι κατεῖχον. Ἡ δὲ τοῦ Ἰούδα φυλὴ τὸν ∆αβὶδ, ὡς φυλέτην, πλέον τῶν ἄλλων ἠγάπα. Ὅτι δὲ τῶν ἄλλων ἐπρώτευσεν ἡ Χεβρὼν, ἡ ἱστορία διδάσκει. "Ἀνῆλ θον γὰρ, φησὶ, καὶ κατῴκησαν ἐν ταῖς πόλεσι Χε βρών." Ὅτι δὲ καὶ τὸ ἕτερον ἀληθὲς, δηλοῖ τὰ ἑξῆς· "Καὶ ἔρχονται οἱ ἄνδρες Ἰούδα, καὶ χρίουσιν ἐκεῖ τὸν ∆αβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα." Τὸ δὲ, χρίουσιν ἀντὶ τοῦ χειροτονοῦσι τέθεικεν. Ἐκεχρίκει γὰρ αὐτὸν τῷ θείῳ ἐλαίῳ Σαμουὴλ ὁ προ φήτης. Ὁ δὲ Ἀβεννὴρ ἀντεχειροτόνησε τὸν Μεμ-φιβοσθὲ, τὸν υἱὸν τοῦ Σαοὺλ, ὃν οἱ ἄλλοι ἑρμηνευταὶ Ἱσβαὰλ ὀνομάζουσι· καὶ καταλιπὼν τὴν Ῥαμὰ καὶ τὴν Γαβαὼν, τὰ τοῦ Σαοὺλ οἰκητήρια, διέβη τὸν Ἰορδάνην, καὶ τὰς καλουμένας παρεμβολὰς βασι λικὴν ἀπέφηνε πόλιν. ΕΡΩΤ. Θʹ. Πῶς νοητέον τὸ ὑπὸ τοῦ Ἀβεννὴρ εἰρημένον, "Ἀναστήτω δὴ παιδάρια ἐνώπιον ἡμῶν, καὶ παιξάτωσαν;" Ἀγῶνα πολεμικὸν τοῖς τῶν νέων ἀρίστοις προτέ θεικε. Παίγνιον δὲ καὶ Παιδιὰν τὴν τούτων προσ ηγόρευσε συμπλοκὴν, τῇ κοινῇ καὶ μεγίστῃ παρα τάξει παρεξετάζων τὴν μερικήν. Ἰσάριθμοι δὲ τῶν φυλῶν ἐξ ἑκατέρας συνελέγησαν φάλαγγος. Ἡ σφα γὴ δὲ τούτων οὐκ ἔπαυσε τὴν συμπλοκὴν, ἀλλ' ἠρέ τισε. Τῆς δὲ τροπῆς γενομένης, καὶ τῆς μὲν τοῦ Ἀβεννὴρ στρατιᾶς κατατάχος φευγούσης, τοῦ δὲ Ἰωὰβ κατακράτος διώκοντος, ὁ Ἀσαὴλ ὁ νεώτατος τοῦ Ἰωὰβ ἀδελφὸς, ὠκύτατος ὢν, καὶ τοῖς ὀξυ τάτοις ἁμιλλώμενος ζώοις, οὐδένα μὲν τῶν ἄλλων ἐδίωκεν, ἐγλίχετο δὲ μόνον κατακοντίσαι τὸν Ἀβεν νήρ. Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς 80.604 παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνε λεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν. Ἀπειθοῦντα δὲ ἰδὼν, ἡμέρως ἠπείλησεν, "Ἀπόστηθι ἀπ' ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσ ωπόν μου πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου;" Ἐπειδὴ δὲ εἶδε τῆς αὐτοῦ σφαγῆς ὀρεγόμενον, τῷ σαυρω τῆρι πλήξας, καὶ τὸν δρόμον ἔπαυσε, καὶ τὴν ζωὴν προσαφείλετο. ΕΡΩΤ. Ιʹ Πῶς νοητέον, "Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία;" Οἱ τοῦ Ἀβεννὴρ στρατιῶται φεύγοντες εἴς τινα λόφον κατέφυγον. Ὁ δὲ Ἰωὰβ σὺν τοῖς ὑπηκόοις προσβαλεῖν ἐπεχείρει. Πάλιν τοίνυν συνετῶς καὶ πράως ὁ Ἀβεννὴρ ἀνέμνησε τὸν ἀρχιστράτηγον τῶν τοῦ πολέμου μεταβολῶν. Τοῦτο γὰρ δηλοῖ, "Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; οὐκ οἶδας, ὅτι πικρὰ τὰ ἔσχατα, καὶ ἕως πότε οὐ μὴ εἴπης τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν αὐτῶν;" Καὶ τῆς συγγενείας ἀνέμνησεν, ἵνα τὴν δυσμένειαν παύσῃ, καὶ τῶν πολέμων ἐδήλωσε μεταβολάς· πολλάκις γὰρ οἱ νικῶντες ἡττῶνται, καὶ οἱ διώ κοντες φεύγουσιν. Ἄλλως τε οὐδὲ δίκαιόν φησι τοὺς νικῶντας θεασαμένους τροπὴν πανωλεθρίαν ἐπ αγαγεῖν τοῖς ἡττημένοις ζητεῖν· τοῦτο γὰρ δηλοῖ τὸ "Μὴ εἰς νῖκος