1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

73

στερον ἐνταῦθα συγγέγραπται. Ἐν μὲν γὰρ τοῖς Βασιλείοις ἀνέγνωμεν, ὅτι ἔλαβον τὰ ὀστᾶ αὐτοῦ, καὶ ἔθαψαν ὑπὸ τὴν ἄρουραν ἐν Ἰαβείς· ἐνταῦθα δὲ ὑπὸ τὴν δρῦν ἐν Ἰαβείς. Καὶ τὰ περὶ τῆς ἐγγα στριμύθου σαφέστερον ἐνταῦθα δεδήλωται. "Ἀπ έθανε γὰρ, φησὶ, Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε Κυρίῳ, κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης." ∆ηλοῖ δὲ ὁ λόγος, ὡς οὐχὶ γοητείαις τῆς ἐγγαστριμύθου τὸν Σαμουὴλ ἀνήγαγεν· ἀλλ' ὅτι μὲν ἐκεῖνος δυσσεβῶς καὶ παρα νόμως δι' ἐκείνης ᾔτησε τοῦτο γενέσθαι· ὁ δὲ Θεὸς κατ' αὐτοῦ τῆς τιμωρίας τὴν ψῆφον ἐξήνεγκε. ∆ιδά σκει δὲ ταῦτα σαφῶς, ὡς οὐ ψευδὴς, καθ' ἅ τινες εἶπον, ἡ γενομένη πρόῤῥησις. "Ἀπεκρίθη γὰρ αὐτῷ, φησὶ, Σαμουὴλ ὁ προφήτης." Οἶμαι δὲ οὕτως ὠνομάσθαι τὴν ὄψιν, ἐπειδὴ παρὰ τοῦ Σαμουὴλ ὁ Σαοὺλ μαθεῖν τὸ πρακτέον ἐπόθησεν. Εἴτε δὲ ἄγγε λος ἦν ὁ ὀφθεὶς, ἐν τύπῳ τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύων· εἴτε αὐτοῦ τοῦ Σαμουὴλ ἡ ψυχὴ ἐν ταύτῃ τῇ ὄψει· ἰστέον ὡς οὐ τῇ μαγγανείᾳ τῆς ἐγγαστριμύθου τοῦτο γεγένηται· ἀλλὰ τῇ τοῦ Θεοῦ σοφίᾳ τε καὶ δυνάμει· ὃς καὶ διὰ δυσσεβούντων πολλὰ τῶν ἐσομένων πολλάκις προείρηκε· διὰ τοῦ Φαραὼ, τὴν εὐθηνίαν καὶ τὸν λιμόν· καὶ διὰ τοῦ Ναβουχοδονόσορ, τὰς μεγίστας βασιλείας τῆς οἰκου μένης. Ἀλλὰ γὰρ καὶ ἀποχρώντως περὶ τούτων ἐν τῇ τῶν Βασιλειῶν εἰρήκαμεν ἑρμηνείᾳ. Ἐπὶ τὰ λοιπὰ τοίνυν ἰτέον. Τὸν ∆αβὶδ ἔφη κεχρίσθαι ἐν τῇ Χεβρὼν κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουὴλ, ἐπειδὴ τῷ Σαμουὴλ ἐνετείλατο ὁ Θεὸς χρίσαι αὐτόν. Τὸ δὲ, "Ἐπορεύετο ∆αβὶδ, πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ ἦν μετ' αὐτοῦ," δηλοῖ τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν. Κύριον γὰρ παντοκράτορα τὸ πανάγιον ἐκάλεσε Πνεῦμα. Πεντάπηχυν δὲ τὸν Αἰγύπτιον ἔφη, ὃν Βανέας ἀνεῖλε. Πῶς οὖν ἔφασάν τινες μὴ γεγενῆσθαί τινας μεγάλα σώματα ἐσχηκότας; Γεδοὺρ δὲ 80.809 τῶν Ἀμαληκιτῶν τὸ στίφος ὠνόμασεν· ἡ δὲ τῶν Βασιλειῶν βίβλος σύστρεμμα αὐτὸ κέκληκε. Καταλέγων δὲ τοὺς συνελθόντας εἰς τὴν Χεβρὼν ὁ συγγραφεὺς, ἔφη καὶ ταῦτα· "Ἀπὸ τῶν υἱῶν Ἰσαὰρ, γινώσκοντες σύνεσιν εἰς τοὺς καιροὺς αὐτῶν, γινώσκοντες τί ποιήσει Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὑτοῦ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ' αὐτῶν." Τούτους δὲ ἐπὶ σοφίᾳ τεθαύμακεν, ὡς ἱκανοὺς καὶ δεινοὺς ἰδεῖν τὸ πρακτέον, καὶ προ ϊδεῖν, οὐ προφητικῶς, ἀλλὰ συνετῶς, τὰ ἐσόμενα, καὶ τὰ συμφέροντα εἰσηγήσασθαι. Τῆς κιβωτοῦ δὲ μετακομιζομένης, ὁ Ὀζὰ περιτρεπομένην ἰδὼν προσήρεισε τὴν χεῖρα· ἐκολάσθη δὲ, ὡς Λευΐτης ὢν, καὶ οὐχ ἱερεὺς, ὅτι πελάσαι ταύτῃ τετόλμηκε. Μόνων γὰρ ἦν τῶν ἱερέων τὸ ταύτην φέρειν ἐπ' ὤμων. Ἐπειδὴ δὲ δείσας ὁ ∆αβὶδ εἰς τὸν βασιλικὸν αὐτὴν οἶκον εἰσαγαγεῖν οὐκ ἐτόλμησεν, ἀλλ' εἰς τὸν οἶκον Ἀβεδδαρᾶν τοῦ Χετθαίου κατέστησε· δει κνὺς ὁ Θεὸς, ὡς οὐκ οἶδεν Ἰσραηλίτου καὶ ἀλλοφύ λου διαφορὰν, ἀλλ' εὐσέβειαν μόνην τιμᾷ, ἐπέκλυσε παντοδαπαῖς εὐλογίαις τοῦ ἀλλοφύλου τὴν οἰκίαν. Ταύτας ὁ ∆αβὶδ τὰς πηγὰς θεασάμενος, εἰς τὰ βασί λεια πάλιν τὴν κιβωτὸν μετατέθεικεν. Ἔγνω δὲ τὴν αἰτίαν τῆς τοῦ Ὀζᾶ τιμωρίας· οὗ δὴ χάριν αὐτὴν οὐ δι' ἁμάξης, ἀλλὰ διὰ τῶν ἱερέων μετήνεγκεν. "Ἦραν γὰρ αὐτὴν, φησὶν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν γραφὴν ἐν ἀναφορεῦσιν ἐπ' ὤμοις αὐτῶν." Εἶτα λέγει καὶ τὰς διατάξεις τῶν ψαλτῳδῶν, καὶ τίνες μὲν ἐν κινύραις ᾖδον, τίνες δὲ ἐν νάβλαις, τίνες δὲ ἐν κυμβάλοις. Τὴν δὲ τῶν μουσικῶν ὀργάνων διαφορὰν ἐν ταῖς Βασιλείαις εἰρήκαμεν.

ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς ὁ ∆αβὶδ οὐκ ὢν ἱερεὺς ἐφοὺδ ἠμπίσχετο; Καὶ ἐπὶ ∆αβὶδ γὰρ, φησὶν, ἐφοὺδ μόνον. Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ἐφοὺδ ἐπένδυμα ὁ Ἀκύλας εἶπεν· ὁ δὲ Σύμμαχος ἐπωμίδα. Ἀλλ' ἦν ἐπενδύματα ἱερατικὰ, ἦν δὲ καὶ κοινά. ∆ῆλον δὲ, ὡς ὁ μέγας ∆αβὶδ, καὶ θεοσεβὴς ὢν καὶ θεοφιλὴς ἀνὴρ, οὐκ ἂν παρέβη τὸν νόμον, οὐδ' ἱερατικὴν ἐτόλ μησε περιβαλέσθαι στολήν. Ἀλλὰ διδάσκει λόγος, ὡς ἡγούμενος τῆς κιβωτοῦ, καὶ χορεύων, οὐ τὸ βασιλικὸν περιεβέβλητο σχῆμα, ἀλλ' ἐξωμίδα