1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

43

ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός· ὥστε καὶ ἕνα καθ' ἑαυτὸν προσευχόμενον, καὶ κοινῆ 80.693 τὸν λαόν σου δεόμενον, τῶν αἰτήσεων ἀπολαύειν, καὶ μὴ τοὺς ἰθαγενεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἄλλοθεν ἀφικνουμένους, καὶ τῆς σῆς ἀγαθότητος δεομέ νους, ταῖς σαῖς ἐπικλύζεσθαι δωρεαῖς. Ἱκετεύω δὲ καὶ τοὺς ἁμαρτάνοντας μὲν, μεταμελείᾳ δὲ κεχρη μένους, καὶ προσευχομένους ἐπιμελῶς, φειδοῦς ἀξιοῦσθαι, καὶ τοῦ σοῦ ἐλέους τοὺς κρουνοὺς αὐτοῖς χορηγεῖσθαι. Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκεί νου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος. Ταῦτα καὶ περὶ πολέμων, καὶ περὶ τῶν ἄλλων θεηλάτων πληγῶν τὸν φιλάνθρωπον ∆εσπότην ἱκέτευσεν· ὥστε τοὺς μὲν ἐν τῇ πατρίδι διάγοντας, καὶ εἰς τὸν θεῖον ναὸν συνθέοντας, καὶ θερμῶς ἱκετεύοντας, συγγνώμης τυχεῖν. Τοὺς δὲ πόῤῥω ὄντας, καὶ εἰς τὴν πρὸς τοῦτον φέρουσαν τρεπομένους ὁδὸν, καὶ τὸν Θεὸν ἀντιβολοῦντας, καὶ τῶν δυσχερῶν ἀπαλ λάττεσθαι, καὶ τῶν καταθυμίων τυγχάνειν. ΕΡΩΤ. ΚΗʹ. Πῶς νοητέον τὸ, "Ἥλιον ἔστησεν ἐν οὐρανῷ Κύριος, καὶ εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ;" Μελῳδῶν ὁ μακάριος ἔφη ∆αβὶδ, "Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ." Καὶ ἀλλαχοῦ, "Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ." Σκότος δὲ καὶ γνόφος τῆς θείας αἰνίττεται οὐσίας τὸ ἀόρατον. Ἔφη τοίνυν ὁ Σολο μὼν, ὅτι τὸν ἥλιον ἐν οὐρανῷ τεθεικὼς, ὥστε τοὺς ἀνθρώπους ἀπολαύειν τοῦ φωτὸς, αὐτὸς εἶπε "τοῦ κατοικεῖν ἐν γνόφῳ." Οἶμαι δὲ ἐνταῦθα τὸν ναὸν αἰνίττεσθαι. Φωταγωγοὺς γὰρ εἶχε ἄγαν σμικροτά τους, ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε δεδομημέ νους. Τοῦτο γὰρ ἐπήγαγεν· "Οἰκοδόμησον οἶκόν μοι, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ κενότητος" Οὐδὲ γὰρ αὐτὸς ἐδεῖτο τῆς τοιαύτης οἰκοδομίας, ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων χρείαν οἰκοδομηθῆναι προσέταξεν. Ἰστέον μέντοι, ὡς τῆς οἰκοδομίας τὸ σκάριφον, καὶ τὰ μέτρα, καὶ τὸν χρυ σὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν τῶν ἱερῶν ἀριθμὸν, ὁ θεῖος ∆αβὶδ ἐδεδώκει τῷ Σολομῶντι. Λέγει γὰρ ταῦτα καὶ τῶν Παραλειπομένων ἡ βίβλος· "Καὶ ἔδωκε ∆αβὶδ Σολομῶντι τῷ υἱῷ αὑτοῦ τὸ παράδει γμα τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ. καὶ τῶν ὑπερ 80.696 ῴων, καὶ τῶν ταμείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ ἱλαστηρίου· καὶ τὸ παράδειγμα πάντων, ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων παστοφορίων τῶν κύκλῳ, τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθη κῶν τῶν Ἁγίων· καὶ τὰς διαιρέσεις τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευϊτῶν, εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν λατρείας οἴκου Κυρίου· ἧς τὸ χρυσίον καὶ τὸ σταθμὸν τῆς ὁλκῆς αὐτοῦ, πᾶσι τοῖς σκεύεσι." Καὶ ἐφεξῆς καταλέγει καὶ τὰς λυχνίας, καὶ τὰς τραπέζας, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας· καὶ ὅτι ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ σχήματος τῶν Χερουβὶμ τῶν διαπετομένων ἐν ταῖς πτέρυξι, καὶ σκια ζόντων ἐπὶ τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου. Πάν τα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε ∆αβὶδ τῷ Σο λομῶντι. ∆ῆλον τοίνυν, ὅτι καθάπερ τῷ μεγάλῳ Μωσῇ ἔδειξεν ὁ Θεὸς τῆς σκηνῇς τὸ παράδειγμα, καὶ ἔφη πρὸς αὐτὸν, ὅτι "Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·" οὕτως τὸν μακάριον ∆αβὶδ ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος τῆς οἰκοδομίας τὸ εἶδος· αὐτὸς δὲ τοῦτο ὑπέδειξε τῷ παιδί. Ἐπισημήνασθαι δὲ χρὴ, ὅτι Κύριον τὸ παν άγιον ὠνόμασε Πνεῦμα. Εἰρηκὼς γὰρ ὁ συγγρα φεὺς, ὅτι "Ἔδωκεν αὐτῷ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ," ἐπήγαγε μετ' ὀλίγα, "Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε ∆αβὶδ τῷ Σολομῶντι." Ὡς δὲ ἡ τῶν Παραλειπομένων πάλιν ἐδίδαξε βίβλος, καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο. "Λίθους γὰρ ὄνυχος, καὶ πληρώσεως, καὶ λίθους πολυτελεῖς, καὶ