1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

35

γελίαις ὁ τοιοῦτος ἦν λογισμὸς (τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεὸς, "Ποιήσω τὸ σπέρμα σὸν ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους"), τούτου χά ριν Σατᾶν τὸν τοιοῦτον ὠνόμασε λογισμὸν, ὡς ἐναν τίον τῇ ὑποσχέσει τῇ θείᾳ· ἀλλὰ διὰ τὴν τοῦ Ἰσ ραὴλ τιμωρίαν ὁ τοιοῦτος ἐγένετο λογισμός· "Ἀν έστη γὰρ, φησὶν, Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν ∆αβὶδ, τοῦ ἀριθμῆσαι τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα." Οὕτω κἀνταῦθα, "Προσέθετο ὀργὴ τοῦ Θεοῦ, τοῦ θυμωθῆναι ἐπὶ Ἰσραήλ· καὶ ἐπέσεισε τὸν ∆αβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα." Εἰ δὲ αὐτὸς προσέταξε, τί δήποτε χαλεπαίνει; Οὐκοῦν τὴν θείαν συγχώρη σιν διὰ τούτων δεδήλωκεν. Εἰ δὲ ὁ ∆εσπότης Θεὸς τοῦτο προσετετάχει γενέσθαι, τί δήποτε μεταμελεῖται ὁ ∆αβὶδ τὴν θείαν πεπληρωκὼς ἐντολήν; "Ἐπάταξε γὰρ, φησὶν, ἡ καρδία ∆αβὶδ αὐτὸν μετὰ ταῦτα, ὅτι ἠρίθμησε τὸν λαόν· καὶ εἶπε ∆αβὶδ, Ἡμάρτηκα τῷ Κυρίῳ τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο. Καὶ νῦν, Κύριε, περίελε τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθη σφόδρα." ∆ῆλον τοίνυν, ὡς τὴν συγχώρησιν ἐκάλε σεν ἐντολήν· ἐπειδὴ κωλῦσαι δυνάμενος οὐκ ἐκώ λυσε, παιδεῦσαι διὰ τούτου τοὺς παρανόμους βου λόμενος. Καὶ πρῶτον μὲν αὐτοὺς ἠθέλησε τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας ἀναμνῆσαι, καὶ δεῖξαι ταύτης τὸ ἀληθές· ἔπειτα διδάξαι, ὡς ἐξ 80.664 ἑνὸς τοῦ Ἰακὼβ τοσαῦται μυριάδες ἐγένοντο, καὶ ὅτι τοσαύτης τετυχηκότες εὐεργεσίας ἀεὶ πονηρὰν ἐπεδείξαντο γνώμην. Τούτου χάριν ἀριθμηθῆναι συνεχώρησε πρῶτον· εἶθ' οὕτως ἐκόλασεν, Γὰδ δὲ τὸν προφήτην πρὸς τὸν ἀριθμήσαντα πέπομφε τρεῖς αἱρέσεις προστῆναι· ἢ λιμὸν τρισὶ συμμετρού μενον ἔτεσιν, ἢ πολεμίων ἔφοδον ἐπὶ μησὶ τρισὶ κατακράτος νικώντων καὶ διωκόντων, ἢ τὸν ἐκ τοῦ λοιμοῦ θάνατον ἐν τρισὶν ἡμέραις γινόμενον· ταῦτα δὲ εἰπὼν ὁ προφήτης τῷ προφήτῃ καὶ βασιλεῖ, ἤπειξε λαβεῖν τὴν ἀπόκρισιν· "Καὶ νῦν γὰρ, φησὶ, γνῶθι καὶ ἴδε τί ἀποκριθῶ ῥῆμα τῷ ἀποστείλαντί με." Ὁ δὲ σοφώτατος καὶ δικαιότατος βασιλεὺς, λογισά μενος ὡς τὸν λιμὸν αὐτὸς διαφυγεῖν δυνήσεται, πο λὺν ὡς βασιλεὺς ἔχων ἀποκείμενον σῖτον· κατὰ μόνων δὲ τῶν πενήτων ἡ τιμωρία χωρήσει· καὶ ἐν τῷ πολέμῳ δὲ δυνατὸν αὐτὸν διαφυγεῖν τῶν πολε μίων τὰς χεῖρας, πρῶτον μὲν τοῖς ὀχυρωτάτοις καὶ δυσαλώτοις φρουρίοις χρησάμενον, ἔπειτα δὲ καὶ τοῖς ἀριστεύουσιν ἐκείνοις περιφραττόμενον· οὐκ ᾠήθη δίκαιον τῆς οἰκείας σωτηρίας φροντίσαι, ἀλλὰ συμμετασχεῖν τῶν ἐπιφερομένων κολάσεων τῷ λαῷ· τοιοῦτος δὲ ὁ λοιμὸς, διαφορὰν πλουσίου καὶ πένητος οὐκ εἰδὼς, οὐδὲ δειλοῦ καὶ ἀνδρείου· οὐδὲ δούλου καὶ δεσπότου, οὐδὲ ἰδιώτου καὶ βασιλέως· ἀλλὰ κατὰ πάντων ὁμοίως χωρῶν. Τούτου χάριν ταύτην τὴν τιμωρίαν τῶν ἄλλων προείλετο, ἧς αὐ τός ἐστιν ὁ κολάζων διανομεύς· "Εἶπε γὰρ, φησὶ, ∆αβὶδ πρὸς Γάδ· Στενά μοι σφόδρα ἐστὶ καὶ τὰ τρία. Πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας Κυρίου· ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ ∆αβὶδ τὸν θά νατον," καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τριῶν γὰρ ἡμερῶν ὁ Θεὸς θάνατον ἀπειλήσας, ἐν ἓξ μόναις ὥραις τὸν θάνατον ἐπήνεγκε. Συναριθμουμένων δὲ τῶν νυκτῶν ταῖς ἡμέραις, τὸ δωδεκατημόριον εὑ ρίσκεται τῆς ἀπειλῆς ἐπενεχθὲν τῷ λαῷ. Οὕτως ὁ φιλάνθρωπος Κύριος μείζοσι μὲν κέχρηται ταῖς ἀπει λαῖς τοὺς ἁμαρτάνοντας δεδιττόμενος· πολλῷ δὲ τῶν ἀπειλῶν ἐλάττους ἐπιφέρει τὰς τιμωρίας. Καὶ γὰρ, ἐννακοσίων χιλιάδων τοῦ Ἰσραὴλ εὑρεθεισῶν, 80.665 καὶ τοῦ Ἰούδα τετρακοσίων, δηλονότι τῶν τὴν στρα τεύσιμον ἡλικίαν ἀγόντων, καὶ τῶν προώρων καὶ τῶν ἐξώρων, καὶ μέντοι καὶ γυναικῶν ἐξῃρημένων, προσέτι δὲ καὶ τῶν Λευϊτῶν, καὶ τῆς Βενιαμίτιδος φυλῆς· μεταμεληθέντος γὰρ τοῦ βασιλέως οὐκ ἠρι θμήθησαν· ἑβδομήκοντα χιλιάδες ὑπὸ τοῦ ἀγγέλου ἀνῃρέθησαν μόναι· καὶ ταῦτα πάντων ἐν ἀκαρεῖ διαφθαρῆναι δυναμένων. Οὐ γὰρ ἐδεῖτο χρόνου τι μωρὸς ἄγγελος. Ἐν ἀκαρεῖ γὰρ ἀνεῖλε καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων. Τῆς φιλανθρωπίας τοίνυν, ἀλλ' οὐ τῆς ἀδυναμίας, ὁ