1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

16

διψῶντος τοῦ αἵματος. Εἶτα πράως τῷ τῆς σφαγῆς ἐπιμέμφεται πόθῳ· "Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω τοῦ δούλου αὐτοῦ; Τί ἥμαρτον, ἢ τίς ἐν ἐμοὶ κακία εὑρέθη; Καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βα σιλεὺς τὰ ῥήματα τοῦ δούλου αὐτοῦ. Εἰ ὁ Θεὸς ἐπι σείει σε ἐπ' ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Εἰ δὲ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυ ρίου." Ἔφη δὲ καὶ τὴν αἰτίαν, δι' ἣν αὐτοῖς ἐπηράσατο· ὅτι "Ἐξέβαλόν με σήμερον, μὴ ἐστη ρίχθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, Πορεύου καὶ δούλευε θεοῖς ἑτέροις." Τοῦτο δὲ οὐ διὰ ῥημά 80.589 των ἔλεγον, ἀλλὰ διὰ πραγμάτων ἠνάγκαζον δρᾷν. Πάντοθεν γὰρ αὐτὸν ἐξελαύνοντες, ἀνάγκην ἐπῆγον εἰς τὰς τῶν ἀλλοφύλων πόλεις ὡς ὀχυρὰς κατα φεύγειν. Ἀπέδωκε δὲ καὶ τὸ δόρυ, καὶ τὸν φακὸν, καὶ τῷ δικαίῳ κριτῇ τὴν οἰκείαν κρίσιν ἀνέθηκεν. ΕΡΩΤ. ΞΒʹ. Τί δήποτε τὰ περὶ τῆς τελευτῆς τοῦ Σα μουὴλ συγγράψας ἔμπροσθεν, πάλιν αὐτῆς ἐμνήσθη; Μέλλων τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγεῖσθαι, ἠναγκάσθη μνησθῆναι Σαμουὴλ τελευτῆς. ΕΡΩΤ. ΞΓʹ. Πῶς τὰ κατὰ τὴν ἐγγαστρίμυθον νοητέον; Τινές φασιν, ἀληθῶς αὐτὴν ἀνενηνοχέναι τὸν Σα μουήλ. Τινὲς δὲ τοῦτον μὲν τὸν λόγον ἀνέτρεψαν, δαίμονα δέ τινα λαοπλάνον ἔφησαν δεῖξαι τὸ σχῆμα τοῦ Σαμουὴλ, καὶ εἰπεῖν ἃ πολλάκις ἀκήκοε τοῦ Σαμουὴλ εἰρηκότος, ἀγνοῆσαι δὲ τὸν χρόνον τῆς τοῦ Σαοὺλ τελευτῆς. Ἐγὼ δὲ τὸ μὲν πρῶτον ἀνόσιον ἡγοῦμαι καὶ δυσσεβές. Οὐ πείθομαι γὰρ τὰς νέ κυας, οὐδὲ τὴν τυχοῦσαν ἀνάγειν ψυχὴν, μήτοιγε προφήτου, καὶ τοσούτου προφήτου. ∆ῆλον γὰρ, ὡς ἐν ἄλλῳ τινὶ χωρίῳ διάγουσιν αἱ ψυχαὶ, προσμένου σαι τὴν τῶν σωμάτων ἀνάστασιν. Τοιγάρτοι κο μιδῆ δυσσεβὲς τὸ πιστεύειν τοσαύτην ἔχειν τὰς ἐγ γαστριμύθους ἰσχύν. Τὸ δέ γε δεύτερον ἀνοίας μᾶλλον, ἢ δυσσεβείας ἐστί. Τὸν ἀνόσιον γὰρ ἐκεῖνον ἀνατρέψαι πειραθέντες λόγον, ψευδῆ τὴν γεγενημέ νην ὑπέλαβον πρόῤῥησιν, καὶ τούτου χάριν αὐτὴν τοῖς τοῦ ψεύδους διδασκάλοις ἀνέθεσαν δαίμοσιν· ἐγὼ δὲ ἀναγνοὺς τῶν Παραλειπομένων τὴν βίβλον, εὗρον οὕτως εἰρηκότα τὸν τὴν ἱστορίαν συγγεγρα φότα· "Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὑτοῦ, αἷς ἠνόμησεν ἐν Κυρίῳ κατὰ τὸν λόγον Κυρίου· διότι οὐκ ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπ εκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης. Καὶ οὐκ ἐξεζήτησεν ἐν Κυρίῳ· καὶ ἀπέκτεινεν αὐτόν." ∆ῆ λον τοίνυν ἐντεῦθεν, ὡς αὐτὸς ὁ τῶν ὅλων Θεὸς, σχη ματίσας ὡς ἠβουλήθη τὸ εἶδος τοῦ Σαμουὴλ, ἐξήνε γκε τὴν ἀπόφασιν, οὐ τῆς ἐγγαστριμύθου δρᾶσαι τοῦτο δυνηθείσης, ἀλλὰ τοῦ Θεοῦ καὶ διὰ τῶν ἐναντίων ἐξενεγκόντος τὴν ψῆφον. Ἀκούομεν γὰρ αὐτοῦ λέγοντος, "Κἂν ἀπέλθῃ πρὸς τὸν ψευδοπροφή την, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ." Οὕτω καὶ διὰ 80.592 τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαὸν, καὶ διὰ τοῦ δυσσε βοῦς μάντεως προηγόρευσε τὰ ἐσόμενα, καὶ τὴν τῆς οἰκουμένης προεθέσπισε σωτηρίαν, οὐ τοῦ μια ροῦ πνεύματος φθεγξαμένου, ἀλλὰ τοῦ θείου καὶ παναγίου Πνεύματος ἐνεργήσαντος. Ἐπειδὴ δέ τινες ψευδῆ τὴν πρόῤῥησιν ὑπειλήφασι, προύργου νομίζω καὶ περὶ τούτου βραχέα διεξελθεῖν. Προεῖ πεν ὁ συγγραφεὺς, ὅτι "Ἐν ταῖς ἡμέραις ἐκείναις συναθροίζουσιν οἱ ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν, τοῦ ἐξελθεῖν εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξέρχον ται, καὶ παρεμβάλλουσιν εἰς Σωνάμ. Καὶ συναθροί ζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλου σιν εἰς Γελβουέ. Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησε Σαοὺλ διὰ τοῦ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ ἐν τοῖς ὕπνοις, καὶ ἐν τοῖς δήλοις, καὶ ἐν τοῖς προφήταις·" ∆ήλους δὲ ἐκάλεσε τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα· "καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὑτοῦ, Ζητήσατέ μοι γυ ναῖκα ἐγγαστρίμυθον." ∆ῆλον τοίνυν, ὡς τῶν Ἑβραίων καὶ τῶν ἀλλοφύλων ἐστρατοπεδευκότων, ἐπεζήτησε τὴν ἐγγαστρίμυθον ὁ Σαούλ· "Εἶδε γὰρ, φησὶ, τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη. καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα." Ἀπελθὼν δὲ πρὸς τὴν ἐγγαστρίμυθον, καὶ θεόθεν δεξάμενος τὴν ἀπόφασιν, ἔπεσε παραυτίκα, οὔτε νύκτωρ φαγὼν, ἡνίκα