1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

63

καὶ λήμ ματα. Οἱ μὲν γὰρ τῶν προφητῶν ἢ δι' ἐνυπνίων, ἢ ὕπαρ ἑώρων τινά· καὶ τοῦτο τὸ εἶδος ὅρασις ἐκαλεῖτο. Τινὲς δὲ τοῦ θείου Πνεύματος δι' αὐτῶν ἐνεργοῦντος ἐφθέγγοντο, καὶ προὔλεγον τὰ ἐσόμενα· τοῦτο ἐκάλουν λῆμμα. Ἀνεμίμνησκε τοίνυν ὁ Ἰηοῦ τῆς Ἠλιοὺ τοῦ μεγάλου προῤῥήσεως, ὅτι ἔνθα τοῦ Ναβουθὲ ἔλειξαν οἱ κύνες τὸ αἷμα, ἐκεῖ τὸ αἷμα τοῦ Ἀχαὰβ λείξουσιν. Οὗ δὴ χάριν καὶ τοῦ Ἰωρὰμ ἐκεῖ τὸ σῶμα ῥιφῆναι προσέταξε· καὶ τῆς Ἰεζάβελ δὲ τὸ σῶμα μεμαθηκὼς ὑπὸ κυνῶν ἀνηλῶσθαι, ἐθαύμασεν ὁ Ἰηοῦ τὸ τῆς προῤῥήσεως ἀψευδές. "Ἐν τῇ μερίδι γὰρ, ἔφη, Ἰεσδραὴλ καταφάγον 80.769 ται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ," καὶ τὰ ἑξῆς. Τῶν δὲ ἄλλων παίδων τοῦ Ἀχαὰβ ἀναιρεθέντων ὑπὸ τῶν θρεψαμένων, σοφῶς ἄγαν πρὸς τὸν λαὸν ὁ Ἰηοῦ ἔφη· "Ἰδοὺ ἐγὼ συνεστράφην ἐπὶ τὸν ἐμαυτοῦ κύριον, καὶ ἀπέκτεινα αὐτὸν, καὶ τούτους πάντας τίς ἐπάταξεν; Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τῶν λόγων Κυρίου ἐπὶ τὴν γῆν, ὧν ἐλάλησε κατὰ τοῦ οἴκου τοῦ Ἀχαάβ." Ἐγὼ, φησὶν, ὡς τυραννῆσαι βουλόμενος ἀνεῖλον τὸν Ἰωράμ· τοὺς ἀδελφοὺς αὐτοῦ ἑβδομήκοντα ὄντας τὸν ἀριθμὸν τίς ἀνεῖλεν· Οὐχὶ ἡ θεήλατος ὀργὴ τοῖς οἰκειοτάτοις ὑπουργοῖς χρησα μένη; Ἀψευδεῖς ἄρα τῶν προφητῶν αἱ προῤῥήσεις. ΕΡΩΤ. ΛΒʹ. Γνώστας τίνας καλεῖ; Τοὺς μάντεις, τοὺς οἰομένους εἰδέναι τὰ μέλλοντα. Ὥσπερ γὰρ ὁρῶντας καὶ βλέποντας τοὺς προφήτας ὠνόμαζον, ὡς τὰ μέλλοντα προορῶντας· οὕτω καὶ τοὺς μάντεις γνώστας ἐκάλουν, ὡς καὶ γινώσκειν τὰ κεκρυμμένα οἰομένους, καὶ προγινώσκειν τὰ μηδέπω γεγενημένα. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν "Ἰωναδὰβ ὁ τοῦ Ῥηχάβ;" Εὐσεβὴς ἀνὴρ ἦν καὶ αὐτὸς, καὶ τὸ γένος αὐ τοῦ. Ἐν σκηναῖς γὰρ διετέλεσαν κατοικοῦντες, καὶ τῆς τοῦ οἴνου πόσεως ἀπεχόμενοι. Τούτων καὶ ὁ προφήτης Ἱερεμίας σὺν ἐπαίνοις ἐμνήσθη. Καὶ αὐτὴ δὲ ἡ ἱστορία δηλοῖ αὐτῶν τὴν εὐσέβειαν. Πρῶ τον μὲν γὰρ ἰδὼν αὐτὸν ὁ βασιλεὺς Ἰηοῦ εὐλό γησεν αὐτὸν, τουτέστι προσεῖπεν αὐτῷ. Εἶτα ἤρε το· "Εἰ ἔστιν εὐθεῖα ἡ καρδία σου μετὰ τῆς καρδίας μου, καθώς ἐστιν ἡ καρδία μου μετὰ τῆς καρδίας σου;" Τοῦ δὲ εἰρηκότος· Ἔστιν, εἶπεν αὐτῷ ὁ Ἰηοῦ· "Εἰ ἔστι, δὸς τὴν χεῖρά σου." Ἔπειτα αὐτὸν σύνεδρον εἰς τὸ ἅρμα αὑτοῦ λαβὼν ἔφη· "∆εῦρο μετ' ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὑτοῦ." Καὶ ἐν τεῦθεν τοίνυν δῆλον, ὡς καὶ ἐν ταῖς δέκα φυλαῖς ἦσάν τινες εὐσεβείᾳ κοσμούμενοι, δι' οὓς καὶ τῶν ἄλλων ὁ σοφῶς πάντα πρυτανεύων ἠνείχετο. ΕΡΩΤ. Λ∆ʹ. Τί δήποτε μέλλων κατασφάττειν τῶν εἰδώλων τοὺς ἱερεῖς ἐψεύσατο; Ἔφη γάρ· "Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, καί γε ἐγὼ δουλεύσω αὐτῷ πολλά." Καὶ τῶν λόγων καὶ τῶν ἔργων τὸν σκοπὸν ἐξετά ζειν δεῖ. Τοῦτο κἀνταῦθα ποιητέον. Καὶ γὰρ ὁ 80.772 Ἰηοῦ μηδένα διαφυγεῖν βουλόμενος τὴν σφαγὴν, ἐκείνοις ἐχρήσατο τοῖς λόγοις, ἵνα θαῤῥήσαντες πάντες παραγένωνται. Ἵνα δὲ μήτις τῶν θείων ἱερέων μεταλάχῃ τῆς τιμωρίας, ὡς ἀναξίους δῆ θεν τῆς ἑορτῆς ἐξελαθῆναι προσέταξεν· εἶθ' οὕτω μόνους ἐκείνους κατηκόντισεν ἅπαντας. Καὶ τοῦ Βάαλ δὲ τὴν στήλην ἐνέπρησε, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τῶν ἄλλων εἰδώλων πᾶσαν τὴν γῆν τοῦ Ἰσραὴλ ἠλευθέρωσε. Τὰς δέ γε χρυσᾶς δαμάλεις σέβων διατετέλεκε. Βααλεὶμ δὲ τὸν τοῦ Βάαλ σηκὸν προσ ηγόρευσεν. ΕΡΩΤ. ΛΕʹ. Τίνος χάριν ἡ Γοθολία καὶ τοὺς ἐκγόνους ἀνεῖλεν; Ὡς δυσσεβὴς καὶ τυραννικὴ, ἅπαν τοῦ ∆αβὶδ τὸ γένος, ὡς εὐσεβὲς, ἐκκόψαι πρόῤῥιζον ἠβουλήθη· ἵνα ἐπειλημμένη τῆς δυναστείας ἐκπαιδεύσῃ τὸν λαὸν τὴν οἰκείαν ἀσέβειαν. Ἀλλ' ὁ πάντα σοφῶς ἰθύνων ∆εσπότης παρεσκεύασεν αὖθις τῇ βασιλικῇ τὴν ἱερατι κὴν μιγῆναι φυλὴν, καὶ τὸν Ἰωδαὲ τὸν σοφώτατον ἱερέα γῆμαι τὴν Ἰωσαβεὲ τοῦ Ἰωρὰμ τὴν θυγατέρα, ἵνα φυ- λαχθῇ τοῦ βασιλικοῦ σπέρματος ὁ σπινθήρ. Αὕτη γὰρ ὁρῶσα τὸ βασιλικὸν ἀναιρούμενον γένος, καὶ ἔκλεψε καὶ ἔκρυψε τὸν ἀδελφιδοῦν Ἰωὰς, καὶ διετέλεσεν ἔνδον ἐν τῷ ναῷ διατρέφουσα, καὶ ἓξ μὲν ἔτη κατέσχε διέπουσα τὴν βασιλείαν ἡ μιαρωτάτη Γοθολία· τῷ ἑβδόμῳ δὲ ἔτει ὁ πάνσοφος ἀρχιερεὺς τὴν βασι λείαν εἰς τὸ βασιλικὸν ἐπανήγαγε γένος. ΕΡΩΤ. Λʹ. Παρατρέχοντας τίνας καλεῖ; Τοὺς