1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

7

καρδίαν ἑτέραν;" Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μό νον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδωκε. ΕΡΩΤ. ΚΑʹ. Τί ἐστι, "Συνετέλεσε προφητεύων;" Οὐκ ἔσχε διηνεκὲς τῆς προφητείας τὸ χάρισμα. Εἰς ἔμφασιν δὲ καὶ δήλωσιν τῆς πνευματικῆς δωρεᾶς κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν. Οὕτω καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι, οὓς ὁ μέγας ἐξελέξατο Μωσῆς, εὐθὺς μὲν ἐκλεγέντες προφητικῆς ἠξιώθησαν ἐνεργείας. Μετὰ δὲ ταῦτα προεφήτευον μὲν ἥκιστα· ὑπὸ δὲ τῆς θείας σοφιζόμενοι δωρεᾶς, τοῦ λαοῦ τὰς ἀμφισβητήσεις διέλυον. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε χρίσας ὁ Σαμουὴλ τὸν Σαοὺλ, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀκούσας, ὡς αὐτὸν προσήκει βασιλέα χειροτονεῖν, κλήρους βαλεῖν ἐκέλευσε τὰς φυλάς, Οὐδὲ τοῖς θείοις προφήταις ἐπίστευον οἱ πονηρίᾳ συζῶντες. Ἵνα τοίνυν μὴ τοπάσωσι χάριτος ἀνθρω πίνης εἶναι τὴν ψῆφον, κλήρους βληθῆναι προσέτα ξεν. Εἶτα τῆς Βενιαμίτιδος κατακληρωθείσης φυ λῆς, καὶ πάλιν εἰς πατριὰς, καὶ οἴκους, καὶ ἄνδρας διαιρεθείσης, τῷ Σαοὺλ ψῆφος ἀπεκληρώθη. Πειρα θεὶς δὲ λαθεῖν (ἑώρα γὰρ τὴν ἐξουσίαν ὑπερβαί νουσαν αὐτοῦ τὴν ἀξίαν), ὑπὸ τοῦ Θεοῦ τῷ προφήτῃ κατεμηνύθη, καὶ τὴν ἐπὶ παντὸς τοῦ λαοῦ χειροτο νίαν ἐδέξατο. 80.553 ΕΡΩΤ. ΚΓʹ. Τίνος χάριν Ναὰς ὁ Ἀμμανίτης τῶν Ἰσραηλιτῶν τοὺς δεξιοὺς ἐξέκοπτεν ὀφθαλμούς; Ἀχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλό μενος. Ὁ γὰρ τὴν ἀσπίδα τῇ εὐωνύμῳ χειρὶ προ βαλλόμενος, συγκαλύπτει ταύτῃ τὸν εὐώνυμον ὀφθαλ μὸν, τῷ δεξιῷ δὲ τοὺς πολεμίους ὁρᾷ. Ὁ τοίνυν τὸν δεξιὸν ἀφῃρημένος εὐάλωτος ἐγίνετο πολε μῶν. ΕΡΩΤ. Κ∆ʹ. ∆ιατί τὸν Σαοὺλ πρῶτον αὐτοῖς ἔδωκε βασιλέα; Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειρο τονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ' αὐτοῦ τὰ θεῖα παιδεύεσθαι· τὸν πάντων μέγιστον ἐξελέξατο, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν, ἀλλὰ σώματος ἐθαύμαζον μέγεθος. ΕΡΩΤ. ΚΕʹ. Τίνος ἕνεκα συναθροίσας τὸν λαὸν ὁ προφήτης, τῆς οἰκείας αὐτοῦ πολιτείας ἀνέμνησεν; Κριτὴς ὢν ἐξίστατο τῆς ἐξουσίας, καὶ ταύτην παρεδίδου τῷ βασιλεῖ. Μάλα τοίνυν εἰκότως τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ τῆς ἀξιεπαίνου πολιτείας σύμψηφον ἐποιήσατο τὸν λαὸν, τὴν ἔννομον ἐκεῖνον ἐξουσίαν διδάσκων. ΕΡΩΤ. Κ ϛʹ. Πῶς νοητέον τὸ, "Υἱὸς ἐνιαυτοῦ Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν; Ὁ Σύμμαχος οὕτως ἐξέδωκεν· "Υἱὸς ὢν ἐνιαυ σιαῖος Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν." ∆ηλοῖ δὲ τοῦτο τὴν ἁπλότητα τῆς ψυχῆς, ἣν εἶχεν ὁ Σαοὺλ, ἡνίκα τῆς βασιλείας τὴν χειροτονίαν ἐδέξατο. Ταύτῃ δὲ οὐκ ἐπὶ πλεῖστον ἐχρήσατο. Ὅθεν ὁ ἱστοριογρά φος ἐπήγαγε· "Καὶ δύο ἔτη ἐπὶ Ἰσραὴλ ἐβασίλευ σεν," ἀντὶ τοῦ, Μετὰ τῆς ἁπλότητος ταύτης δύο ἔτη ἐβασίλευσεν· εἶτα εἰς πονηρίαν ἀποκλίνας, τῆς θείας χάριτος ἐγυμνώθη. Ὅθεν ὁ λοιπὸς χρόνος, ὃν βασιλεύων διετέλεσε, τῇ τοῦ Σαμουὴλ δημαγωγίᾳ λε λόγισται. ΕΡΩΤ. ΚΖʹ. Πῶς νοητέον τό· "Ἐπάταξεν Ἰωνάθαν τὸ ὑπόστημα τῶν ἀλλοφύλων, τὸ ἐν τῷ βουνῷ;" Οἱ ἀλλόφυλοι τοὺς Ἑβραίους νενικηκότες ἐν τοῖς ὀχυρωτέροις χωρίοις φρουρὰς ἐγκατέστησαν, Ὑπό 80.556 στημα τοίνυν ἐκάλεσε τὴν φρουράν. Ταύτην ἄρδην ὁ Ἰωνάθαν κατηκόντισε. Τὸ μέντοι, "Ἠθετήκασιν οἱ δοῦλοι," ὁ Ἀκύλας, Ἀκουσάτωσαν οἱ Ἑβραῖοι,ἡρμήνευσεν. ΕΡΩΤ. ΚΗʹ. Τί ἐστι, "Καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυ ρίῳ, ὡς εἶπε Σαμουήλ;" Παρηγγύησεν ὁ Σαμουὴλ τῷ Σαοὺλ ἑπτὰ αὐτὸν προσμεῖναι ἡμέρας, εἶθ' οὕτω καλλιερησάμενον παρα τάξασθαι. Ὁ τοίνυν Σαοὺλ τοὺς ἀλλοφύλους ἀθροι σθέντας ἰδὼν, οὐκ ἀνέμεινε κατὰ τὰς ἐντολὰς τὸν προφήτην. Ὅθεν αὐτὸν θύοντα καταλαβὼν ὁ προ φήτης, σφόδρα χαλεπῶς ἐπετίμησε, καὶ τῆς βασι λείας αὐτῷ τὴν στέρησιν προεμήνυσε. "Ζητήσει γὰρ, φησὶν, ἑαυτῷ Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὑτοῦ· καὶ ἐντελεῖ αὐτὸν Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὑτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος." Ἐντεῦθεν ὁ καλλίνικος Στέφανος τέθεικε τὸ, "Εὗρον ∆αβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου." Προφητικῶς γὰρ ταῦτα προειρήκει ὁ θειότα τος Σαμουήλ. Γαβαὰ δὲ τὴν ἐν Σαβαῒν γῆν, τὴν ἐν τῇ κοιλάδι