1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

32

Ἐπειδὴ σὺ, φησὶ, κατὰ τὸν θεῖον νόμον οὐκ ἐχρήσω τῇ πρεσβείᾳ· ἐγώ σε διδάσκω, ὡς πολεμικὸν ἡ πόλις οὐκ ἔχει σκοπὸν, ἀλλ' εἰρήνης ὀρέγεται. Μὴ τοίνυν ἀνάστατον ἀπο φήνῃς πόλιν, οὐκ ἀλλόφυλον, ἀλλ' ὁμόφυλον, καὶ ὑπὸ τὸν αὐτὸν τελοῦσαν Θεὸν καὶ ∆εσπότην. Τούτων ἀκούσας τῶν λόγων ὁ στρατηγὸς ἔφη, μήτε πολέ μου, μήτε πολιορκίας ἐρᾷν· μόνον δὲ ἐθέλειν χει ρώσασθαι τὸν κατὰ τοῦ βασιλέως τυραννίδι χρησά μενον. Μαθοῦσα τοίνυν τὴν αἰτίαν τῆς πολιορκίας ἡ σοφωτάτη γυνὴ, τοὺς ἡγουμένους τῆς πόλεως ἔπεισε μὴ περιθεῖναι τῇ πόλει τοῦ πολέμου τὸν κίν δυνον, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ βασιλέως εὐσε 80.652 βείας καὶ εὐνομίας, καὶ τῆς ἐν πολέμοις ἀνδραγα θίας, καὶ ὡς διὰ τοὺς ἐκείνου πόνους εἰρήνης στεῤ ῥᾶς ἀπολαύουσι. Τούτοις χρησαμένη τοῖς λόγοις, τοῦ τυράννου τὴν κεφαλὴν εἰς τὸ στρατόπεδον ἔῤ ῥιψε, καὶ τὴν πολιορκίαν διέλυσεν. ΕΡΩΤ. Μʹ. Τί ἐστιν, "Ἐπὶ τοῦ πλινθίου, καὶ ἐπὶ τοὺς δυ νατούς;" Πλινθίον οἶμαι καλεῖσθαι, ὃ παρὰ τοῖς ἔξωθεν συγγραφεῦσι πλαίσιον ὀνομάζεται. Εἶδος τοῦτο στρατιωτικῆς παρατάξεως τετράγωνον ἐχούσης τὸ σχῆμα Ὥσπερ τοίνυν ὁ νῦν παρὰ Ῥωμαίοις μάγιστρος ὀνομαζόμενος τῶν περὶ τὸν βασιλέα πεζαι τέρων, ἀσπιδηφόρων φημὶ καὶ δορυφόρων, τὴν ἡγε μονίαν πεπίστευται· οὕτως ὁ Βανέας τῶν βασιλικῶν σωματοφυλάκων ἡγεῖτο, τῆς ἄλλης στρατιᾶς τελού σης ὑπὸ τὸν στρατηγὸν Ἰωάβ. ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον τὸ, "Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς, καὶ Ἰωδαὲ ὁ Ἰεθὲρ ἦν ἱερεὺς τῷ ∆αβίδ;" Ὁ Σαδὼκ καὶ ὁ Ἀβιάθαρ τὴν ἀρχιερατικὴν εἶχον ἀξίαν· οὗτος δὲ ἱερεὺς ὢν ἔνδον ἐν τοῖς βασιλείοις διῆγε, τῇ θείᾳ κιβωτῷ προσεδρεύων, καὶ τὰς βασι λικὰς ἱερεύων θυσίας. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε τοῦ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνῃρη κότος, μετὰ τὴν ἐκείνου τελευτὴν ὁ λαὸς ἐπαιδεύθη; Ἅπας ὁ λαὸς ἐπεποιήκει τὰς πρὸς τοὺς Γαβαω νίτας συνθήκας· ἐκοινώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ προφήτης. Ἔδειτοίνυν τῶν ὀμωμοκότων τοὺς ἀπογόνους τὰς γεγενη μένας μὴ παραβῆναι σπονδὰς, πεῖσαι δὲ καὶ τὸν παρανομοῦντα βασιλέα φυλάξαι τὸν ὅρκον. Τούτου χάριν καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τοῦ λιμοῦ τὴν παιδείαν ὑπέμειναν. ∆ιδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ σοφῶς ἅπαντα πρυτανεύων, ὅτι κἂν παραυτίκα μακροθυμήσας μὴ ἐπενέγκῃ τὴν ὑπὲρ τῶν παρα βεβασμένων νόμων ποινὴν, ἀλλ' οὖν ὕστερον δίκας ἀξίας εἰσπράττεται· ὥσπερ ἀμέλει καὶ τότε, τεσ σαράκοντα ἤδη διεληλυθότων ἐτῶν, ἐπέδησε μὲν τῶν νεφῶν τὰς ὠδῖνας· τῷ δὲ τῆς ἀκαρπίας πάθει τὴν γῆν περιέβαλεν· ἐκόλασε δὲ λιμῷ τοὺς ταύτης οἰκήτορας. Ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ βασιλεὺς τῆς θεηλάτου πληγῆς, τὸν δίκαιον ἤρετο δικαστήν. Γνοὺς 80.653 τοίνυν, ὡς τῆς ἀδίκου τῶν Γαβαωνιτῶν ἀναιρέσεως εὐθύνας εἰσπράττεται, αὐτοῖς ἐχρήσατο τοῖς ἠδικη μένοις κριταῖς. "Εἶπε γὰρ, φησὶν, ὁ ∆αβὶδ πρὸς τοὺς Γαβαωνίτας, Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυ ρίου;" Ἀλλὰ τούτων οὐκ ἐπακούουσιν Ἰουδαῖοι τῶν λόγων, ὅτι τῆς Χαναναίων εὐλογίας τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐδεήθη· ἀλλ' ἐπὶ τοῖς προγόνοις μέγα φρονοῦσι, καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς ἀρετὴ πολλῷ περιφανεστέρα προγονικῆς εὐγενείας· καὶ κρινεῖ, κατὰ τὸν θεῖον Ἀπόστολον, ἡ ἐκ φύσεως ἀκρο βυστία, τὸν νόμον πληροῦσα, τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. Ὥσπερ τοίνυν οἱ τη νικάδε ἡμαρτηκότες Ἰσραηλῖται τῆς Χαναναίων ἐδεήθησαν εὐλογίας· οὕτω καὶ οἱ τὸν ∆εσπότην ἐσταυρωκότες τῆς προγονικῆς ἐξέπεσον εὐλογίας, καὶ τῆς τῶν πεπιστευκότων ἐθνῶν διδασκαλίας προσ δέονται. Κἀκεῖνο δὲ πρὸς τούτοις ἐπισημήνασθαι δεῖ, ὡς ὁ Σαοὺλ ζήλῳ χρησάμενος μετὰ τῶν ἄλλων Χαναναίων τοὺς Γαβαωνίτας κατέκτεινε. Τοῦτο γὰρ ἡ θεία διδάσκει Γραφή· "Οὐκ ἦσαν γὰρ, φησὶν, οἱ Γαβαωνῖται ἐκ τῶν υἱῶν Ἰσραὴλ, ὅτι ἀπὸ τῶν καταλοίπων Ἀμοῤῥαίων ἦσαν· καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς μὴ ἀπολέσαι αὐτούς· καὶ ἐζή τησε Σαοὺλ τοῦ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα." ∆ιδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, μὴ παραβαίνειν τὰς ἐπὶ Θεοῦ μεθ' ὅρκων γινομένας συνθήκας, κἂν εἰς ἄλλων