1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

52

αὐτῷ δαπανωμένην τῷ λιμῷ τῶν ἀνθρώπων τὴν φύσιν, πρῶτον μὲν εἰς τὸν χειμάῤῥουν ἐπήγαγεν· εἶτα τοῦτον ξηράνας, πρὸς τὴν χήραν ἀπήγαγε γυναῖκα, οὐδὲν ἔχουσαν πλὴν ὀλίγης τροφῆς εἰς μίαν ἀπο χρώσης ἡμέραν. "Ζῇ γὰρ, ἔφη, Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ ἰδοὺ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα." Μόνην, φησὶν, ἔχω τὴν τελευταίαν τροφὴν, μεθ' ἣν τὴν τοῦ λιμοῦ προσ μένω πληγήν. Ἐγὼ δὲ ἄγαμαι τῆς γυναικὸς τὸ πρᾶον τῆς ἀποκρίσεως. Οὐ γὰρ ἐδυσχέρανεν, ὡς ἐν τηλικαύταις συμφοραῖς αἰτηθεῖσα τροφὴν, ἀλλὰ μό νην ἔδειξε τὴν ἐσχάτην πενίαν. Ἀλλ' ὁ μέγας ἐκεῖ νος καὶ δίκαιος ἀνὴρ ὑπέσχετο μὲν τὰς τοῦ ἀλεύ ρου καὶ ἐλαίου πηγάς. Προσέταξε δὲ αὐτῷ πρώτῳ ποιῆσαι καὶ κομίσαι τὸν ἄρτον. Ἡ δὲ πάλιν οὐκ ἐδυσ φόρησεν, ὡς πενίας, καὶ χηρείας, καὶ παιδοτροφίας τηκομένη φροντίσιν· ἀλλὰ τὴν ἐπαγγελίαν δεξαμένη πιστῶς, προσήνεγκε τὴν τροφὴν, καὶ ταῦτα οὐκ εἰ δυῖα τὸν ἄνθρωπον· ἀλλόφυλος γὰρ ἦν· προφητικῆς δυνάμεως πεῖραν οὐ δεδεγμένη. Οἶμαι δὲ ἐν ταύτῃ προτυπωθῆναι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Τὸν γὰρ ὑπὸ τῶν Ἰσραηλιτῶν διωκόμενον πιστῶς ὑπεδέξατο, καθάπερ καὶ ἐκκλησία τοὺς ἀποστόλους ὑπ' αὐτῶν τούτων ἐξελαθέντας. 80.728 ΕΡΩΤ. Ν∆ʹ. Τίνος χάριν τὸν τῆς χήρας τελευτῆσαι υἱὸν συν εχώρησεν ὁ Θεός; Ἀφθόνως ὁ προφήτης ἀπολαύων τροφῆς τῆς τῶν ἄλλων ἀνθρώπων ἐπελάθετο συμφορᾶς. Οὗ δὴ χάριν καὶ τῆς χήρας αὐτῷ ὁ Θεὸς ἐπεστράτευσεν οἰμω γάς. Ἐπέγνω δὲ καὶ αὐτὸς τὴν αἰτίαν· "Οἴμοι γὰρ, φησὶ, Κύριε, ὁ μάρτυς τῆς χήρας μεθ' ἧς ἐγὼ οἰκῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς." Ἀξιάγαστα δὲ τῆς χήρας τὰ ῥήματα· "Εἰσῆλθες γὰρ, φησὶ, πρός με, τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου." Τῷ σῷ φωτὶ, φησὶν, ἐγυμνώθη τὰ κεκρυμμένα μου πλημ μελήματα· καὶ οὐκ εἶπεν, οἷα δὴ ἀλλόφυλος οὖσα, Οἰωνός μοι γέγονας πονηρὸς, πρόξενος κακῶν μοι ἡ σὴ γεγένηται παρουσία· ἀλλὰ μᾶλλον ταῖς οἰκείαις ἁμαρτίαις τὸ συμβὰν ἀνατέθεικε. Τοσοῦτον ὤνησεν αὐτὴν ἡ τοῦ προφήτου διδασκαλία. Τοιγάρτοι καὶ δι' αὐτὴν ἡ τοῦ παιδὸς γέγονε τελευτή· ἵνα θεασα μένη τὴν παρὰ φύσιν γεγενημένην ἀνάστασιν, βε βαίαν δέξηται τὴν εὐσέβειαν. Ὁ δὲ προφήτης προσ ηύξατο πρὸς Κύριον περὶ τοῦ τεθνηκότος παιδα ρίου· μετὰ τὴν προσευχὴν δὲ τρὶς ἐμφυσήσας τῷ μειρακίῳ εἰς ζωὴν ἐπανήγαγε. ∆ηλοῖ δὲ ὁ μὲν ἀριθ μὸς τὴν προσκυνουμένην Τριάδα· τὸ δὲ ἐμ φύσημα, τὴν ἐν ἀρχῇ τῆς ψυχῆς γεγενημέ νην δημιουργίαν. Ἀλλ' ὁ προφήτης ἐμφυσήσας οὐκ ἄλλην ψυχὴν ἐδημιούργησεν, ἀλλὰ τὴν χωρισθεῖσαν τοῦ σώματος ἐπανήγαγεν. Ὁ δὲ φι λάνθρωπος καὶ φιλοικτείρμων Θεὸς, τῶν ἀνθρώ πων τὸ γένος ὁρῶν διολλύμενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον μὴ βουλόμενον, καὶ τοὺς μὲν οἰ κτείρων, καὶ δοῦναι τὸν ἔλεον ἐπειγόμενος, τὸν δὲ γεραίρων, καὶ παρὰ τὴν αὐτοῦ γνώμην λῦσαι τὴν ἐξενεχθεῖσαν οὐκ ἀνεχόμενος ψῆφον, αὐτὸς ἔρχεται πρεσβευτὴς πρὸς τὸν οἰκέτην ὁ δεσπότης, πρὸς τὸν πηλὸν ὁ δημιουργὸς, καὶ πείθει λῦσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶσσαν· "Ἐγένετο γὰρ, φησὶ, μεθ' ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλίαν ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύου καὶ ὄφθητι Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς." ΕΡΩΤ. ΝΕʹ. Πῶ νοητέον· "Εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ Κύριος μου ζητεῖν σε, καὶ εἶπον, Οὐκ ἔστιν;" Ἐπειδὴ ὁ προφήτης εἰρήκει τῷ Ἀχαὰβ, "Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα ὑετὸς ἢ δρόσος, εἰ μὴ διὰ λόγου στόματός μου," λαβὼν τῆς τῶν λόγων ἀληθείας τὴν πεῖραν ὁ Ἀχαὰβ, ἀναγκαίως ἐπεζήτει τὸν τῇ γλώττῃ τὰ νέφη καθείρξαντα, ἵνα δυοῖν θάτερον δράσῃ, ἢ ἀνοῖξαι πείσῃ, ἢ μὴ πειθό μενον διολέσῃ. Ὁ δὲ Ἀβδιοὺ τῶν ἄγαν ἦν εὐσεβῶν· 80.729 καὶ τοῦτο διδάσκει οὐ μόνον αὐτοῦ τὰ ῥήματα, ἀλλὰ καὶ τὰ πράγματα. Πρῶτον μὲν γὰρ ἀναιρουμένους ὑπὸ τῆς Ἰεζάβελ τοὺς προφήτας ὁρῶν, οὐ μόνον κατέκρυψεν, ἀλλὰ καὶ διέθρεψε, καὶ οὐ