1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

12

ἔφασαν τοῖς ἱματίοις συγκα λυφθῆναι, πλὴν ἐνίων τοῦ προσώπου μορίων· τὸ δὲ τῶν αἰγῶν ἧπαρ ὑποτεθῆναι, ἵνα κινούμενον τὸ σχῆμα πιθανὸν ἀπεργάσηται. Καὶ γάρ φασι τῶν αἰγῶν τὸ ἧπαρ κινεῖσθαι μέχρι πολλοῦ. Οὕτω 80.573 μέντοι διετέλει φονῶν, ὅτι καὶ ἀῤῥωστοῦντα μεμα θηκὼς ἀχθῆναι προσέταξεν αὐτὸν, ὥστε δέξασθαι τὴν σφαγήν. Ἐπειδὴ δὲ ἔγνω τὴν φυγὴν, κατὰ τοὺς θηρευτὰς κύνας ἰχνηλατῶν αὐτὸν δι ετέλει. ΕΡΩΤ. Νʹ. Τί δήποτε οἱ παρ' αὐτοῦ πεμφθέντες πρὸς τὸν ∆αβὶδ καὶ τὸν Σαμουὴλ, προεφήτευσαν· ὕσ τερον δὲ καὶ αὐτός; ∆ιάφορα τοῦ ∆εσπότου τὰ θήρατρα. Τοὺς μὲν γὰρ δι' ἀνθρώπων ἀγρεύει, τοὺς δὲ ἀορασίᾳ θηρεύει. Τοῦτο γὰρ ἐπὶ τοῦ Ἑλισσαίου γεγένηται. Τούτους δὲ διὰ προφητικῆς ἐζώγρησε χάριτος· καὶ τὸν ∆α βὶδ ἀποκτεῖναι κεκώλυκεν. Ἀλλ' οὐδὲ τοῦτο τὴν φο νικὴν αὐτοῦ κατεπράϋνε γνώμην. Ἀπέστειλε γὰρ καὶ δὶς ἐπ' αὐτόν· καὶ πάλιν μεμαθηκὼς τὰ θεῖα δεσμὰ, προσέθετο, φησὶν, ἀποστεῖλαι καὶ ἄλλους· καὶ τούτων δὲ ὡσαύτως ἐπισχεθέντων ὑπὸ τῆς χά ριτος, ὕστερον αὐτὸς ἀπελήλυθε, καὶ τετύχηκε καὶ αὐτὸς τῶν τῆς φιλανθρωπίας δεσμῶν. Ἀλλὰ προ εφήτευσε μὲν, οὐχ ὁμοίως δὲ τοῖς ἄλλοις. Ἀνάξιος γὰρ τῆς χάριτος ἦν. Οὗ δὴ χάριν γυμνωθεὶς τῆς ἐσθῆτος πανημέριον ἔκειτο· ἐδήλου δὲ τὸ σχῆμα τὴν τῆς βασιλείας ἀφαίρεσιν. ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε μηνύσαι βουλόμενος τῷ ∆αβὶδ ὁ Ἰωνά θαν τὰς τοῦ πατρὸς ἐπιβουλὰς, διὰ τῶν βελῶν, ἤγουν τῶν ἀκοντίων, ἐμήνυσεν; Τινές φασι διὰ τὸν συνόντα οἰκέτην, ἵνα μὴ τὰ μηνυόμενα γνῷ. Ἀλλ' εὐπετὲς ἦν αὐτῷ καὶ μόνῳ πα ραγενέσθαι. Οὐκοῦν ἕτερον ἔχει τὸ γεγενημένον σκοπόν. Ἵνα γὰρ μὴ δῆλος γένηται τοῦ πατρὸς τὴν μιαιφόνον γνώμην καταμηνύων τῷ φίλῳ, τὴν τῆς τοξείας ὑποκρίνεται γυμνασίαν. Καὶ τοῖς μὲν πρὸς τὸν οἰκέτην λόγοις αἰνιγματωδῶς τῷ ∆αβὶδ παραδη λοῖ τὴν σφαγήν. Τὸν ὁπλοφόρον δὲ μετὰ τῶν ὅπλων εἰς τὴν πόλιν προπέμψας, καὶ τὰ εἰρημένα δεδή λωκε, καὶ φυγεῖν συνεβούλευσε, καὶ τὸ τῆς βασι λείας αὐτῷ προηγόρευσε κράτος, καὶ τὰς τῆς φιλίας συνθήκας ἐκράτυνεν ὅρκοις. Τὸ δέ· Τρισ σεύσεις, ἀντὶ τοῦ, "Τρεῖς ἡμέρας ἀναμενεῖς." Τῇ γὰρ νουμηνίᾳ τοπάσας ὁ Σαοὺλ, ὡς μὴ κεκα θαρμένον, μηδὲ ἡγνισμένον τὸν ∆αβὶδ παραιτή σασθαι τὸ συμπόσιον, ἐσίγησεν· "Οὐκ ἐλάλησε γὰρ, φησὶ, Σαοὺλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι εἶπε· Σύμπτωμά τι φαίνεται, μὴ καθαρὸς εἶναι, διότι οὐ κεκάθαρται." Τῇ δὲ δευτέρᾳ ἤρετο· "Τί ὅτι οὐ παρεγένετο υἱὸς Ἰεσσαὶ καὶ χθὲς, καὶ σήμε ρον ἐπὶ τὴν τράπεζαν;" Τῇ δὲ τρίτῃ πρὸ τοῦ ἄστεος ὁ Ἰωνάθαν τὰ εἰρημένα μεμήνυκεν. Τὸ δὲ τρισ σεύσω ἀντὶ τοῦ "τρεῖς ἀφήσω σχίζας." Τὰς δὲ σχίζας βέλη ὁ Ἀκύλας ἡρμήνευσεν. Τὴν δὲ ἀματά 80.576 ραν ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ οὕτως εὗρον κειμένην, παρὰ μὲν τοῖς Ἕλλησι τά φρον, παρὰ δὲ Ῥωμαίοις φοσσάτον, παρὰ δὲ τῷ Σύρῳ σκοπὸν, εἰς ὃν οἱ γυμναζόμενοι τὰ βέλη πέμπειν εἰώθασι. Τὸ δὲ Ἀργοῦν ὁ Ἀκύλας "Ἐχόμενα τοῦ νοτίου" ἡρμήνευσεν. Ἐγὼ δὲ οἶμαι κοῖλόν τινα οὕτω κεκλῆσθαι τόπον. Ἔφη γὰρ ἡ ἱστορία, "Καὶ ∆αβὶδ ἀνέστη ἀπὸ τοῦ Ἀργοῦν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὑτοῦ ἐπὶ τὴν γῆν." ΕΡΩΤ. ΝΒʹ. Πῶς ἠνέσχετο τῶν ἀφιερωμένων ἄρτων μετα λαβεῖν ὁ ∆αβίδ; Οὔτε τότε μέμψιν ὑπέμεινεν, ἀλλὰ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔδειξεν αὐτὸν κατηγορίας ἐλεύθερον· εἰς γὰρ τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολο γίαν τοῦτο εἴρηκε τὸ διήγημα. Προδηλοῖ μέντοι, τῶν μόνοις τοῖς ἱερεῦσιν ἀπονενεμημένων μεταλαβὼν, τὴν πᾶσι προτεθεισομένην τοῖς εὐσεβέσι τράπεζαν μυστικήν. Οὐ γὰρ οἱ ἱερωμένοι μόνοι μεταλαμβά νουσι τοῦ ∆εσποτικοῦ σώματός τε καὶ αἵματος, ἀλλὰ πάντες οἱ τετυχηκότες τοῦ ἁγίου βαπτίσματος. ΕΡΩΤ. ΝΓʹ. Τί ἐστι, "Εἰ βέβηλος ἡ ὁδὸς αὕτη, σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη μου." Ἐρομένου τοῦ ἱερέως, εἴ γε κατ' ἐκείνην τὴν ἡμέραν ἡγνεύκει, τρεῖς ἔφη ἡμέρας ἡγνευκέναι· καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν' ὑπ' αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ. Τὸ δὲ βέβηλον οὐκ ἐπὶ τοῦ ἀκαθάρτου τέθεικεν, ἀλλ' ἐπὶ τοῦ μὴ ἱεροῦ. Ἀβέβηλον γὰρ καὶ ἅγιον, τὸ τοῖς ἱερεῦσιν