1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

62

τοῦ λιμοῦ ὁ χρόνος διπλάσιος. ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τοῦ Βαραδὰδ ὁ προφήτης τὴν τελευτὴν προειπὼν τῷ Ἀζαὴλ, παρεσκευάσα το εἰπεῖν αὐτῷ, Ζωῇ ζήσῃ; Ὁ τῶν ὅλων Θεὸς Ἠλίᾳ τῷ μεγάλῳ παρεκελεύ σατο χρίσαι μὲν τὸν Ἑλισσαῖον προφήτην, τὸν δὲ Ἀζαὴλ εἰς βασιλέα Συρίας, καὶ τὸν Ἰηοῦ εἰς βασιλέα Ἰσραήλ. Ἀλλὰ τὸν μὲν Ἑλισσαῖον ἔχρισεν, ὡςπροσετάχθη, τοὺς βασιλεῖς δὲ οὐκ ἔχρισεν· ἔφθασε γὰρ ἀναληφθῆναι, Ὁ δὲ Ἑλισσαῖος, διπλῆν τὴν ἐκείνου χάριν δεξάμενος, πρῶτον εἰς τὴν ∆αμασκὸν ἀπελήλυθεν, ὥστε χρίσαι τὸν Ἀζαήλ. Ὁ τοίνυν Βαραδὰδ (ἓν γάρ ἐστιν ὄνομα, υἱὸς Ἄδερ), μαθὼν τοῦ προ φήτου τὴν παρουσίαν, ἀπέστειλε τὸν Ἀζαὴλ, καὶ δῶρα πολυτελῆ καὶ φιλότιμα, ὥστε μαθεῖν εἰ τῆς ἀῤῥω στίας ἀπαλλαγήσεται. Ἀφικομένῳ τοίνυν τῷ Ἀζαὴλ ὁ προφήτης προεῖπε καὶ τὴν αὐτοῦ βασιλείαν, καὶ τοῦ πεπομφότος τὸν θάνατον. Εἶπε δὲ αὐτῷ, μὴ μηνῦσαι τὸν θάνατον, ἵνα μὴ ἀθυμῶν ὑπεξέλθῃ τοῦ βίου. Ἰδὼν μέντοι τὸν Ἀζαὴλ ὁ προφήτης, τὰς τῶν δακρύων ἀφῆκε λιβάδας· προεώρα γὰρ τὰς ἐσομένας δι' αὐτοῦ τῷ Ἰσραὴλ συμφοράς. Τοῦτο γὰρ καὶ αὐτῷ προμεμήνυκεν. 80.765 ΕΡΩΤ. Κ∆ʹ. Πῶς νοητέον τό· "Ἔλαβε τὸ στρῶμα, καὶ ἔβαψεν αὐτὸ ὕδατι, καὶ ἐπέβαλεν ἐπὶ τὸ πρόσ ωπον αὐτοῦ, καὶ ἀπέθανεν;" Ὁ Ἰώσηπος τὸν Ἀζαὴλ εἴρηκε τοῦτο πεποιηκέναι, καὶ βιαίαν ἐπενεγκεῖν αὐτῷ τελευτήν. ∆υσσεβὴς γὰρ ἦν καὶ μιαιφόνος. Αὐτὸς γὰρ εἴρηκε· "Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων·" καὶ σωθεὶς ὑπὸ τοῦ Ἀχαὰβ ἀχάριστος περὶ τὸν εὐεργέτην ἐγένετο. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τῆς κακῆς συγγενείας τὴν βλάβην· ὁ γὰρ ἕτερος Ἰω ρὰμ, ὁ τῆς Ἰούδα φυλῆς βασιλεὺς, ἔφυ μὲν ἐκ τοῦ Ἰωσαφὰτ ἀνδρὸς εὐσεβοῦς· τοῖς δὲ τῆς ὁμοζύγου ὑπαχθεὶς λόγοις, τῆς ἀσεβείας μετέλαχεν· "Ἐπο ρεύθη γὰρ, φησὶν, ἐν ὁδῷ τῶν βασιλέων Ἰσραὴλ, καθὼς ἐποίησεν ὁ οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίει τὸ πονηρὸν ἔναντι Κυρίου." ΕΡΩΤ. ΚΕʹ. Πῶς νοητέον τό· "Ἐπάταξε τὸν Ἐδὼμ, καὶ τὸν λαὸν τὸν κυκλοῦντα αὐτὸν, καὶ τοὺς ἄρχοντας μετὰ τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὑτοῦ;" Ἦρχε τῶν Ἰδουμαίων ὁ τῆς Ἰούδα φυλῆς βασιλεύς· ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου Ἰσαὰκ προφη τείαν, τὴν τῆς δουλείας ἀπεσείσαντο ζεύγλην. "Ἔσται γὰρ, φησὶ, καιρὸς, ἡνίκα ἂν καθέλῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου." Στρατεύ σαντες τοίνυν κατ' αὐτῶν, ἐκείνους μὲν ἀνεῖλον, καὶ εἰς τὴν οἰκείαν ἐπανῆλθον γῆν. Οἱ δὲ Ἰδουμαῖοι καὶ νικηθέντες ἄρχεσθαι λοιπὸν οὐκ ἠνέσχοντο. ΕΡΩΤ. Κʹ. Τίνος χάριν δι' ἄλλου προφήτου τὸν Ἰηοῦ κέ χρικεν ὁ Ἑλισσαιέ; Λάθρα τοῦτο γενέσθαι συνέφερεν, ὥστε συντόμως ἀναιρεθῆναι τὸν Ἰωράμ· εἰ γὰρ προῄσθετο, παρ ετάξατο ἄν. Ἐν δὲ τῇ παρατάξει, καὶ πολλοὺς ἦν ἀνάγκη πεσεῖν ἑκατέρωθεν. ΕΡΩΤ. ΚΖʹ. ∆ιατί δὲ χρίσαντα φυγεῖν εὐθὺς παρηγγύησεν; Ἵνα μὴ συλληφθεὶς κινδυνεύσῃ· βούλεται γὰρ ἡμᾶς ∆εσπότης Θεὸς καὶ ἀνθρωπίναις οἰκονομίαις κεχρῆσθαι. Τοὺς γὰρ λόγῳ τιμηθέντας εἰς δέον προσήκει κεχρῆσθαι τῷ λόγῳ. ΕΡΩΤ. ΚΗʹ. ∆ιατί ἐπίληπτον τὸν προφήτην ἐκάλεσαν; Ὡς δυσσεβοῦντες ὕβριζον τοὺς θεράποντας τοῦ Θεοῦ· καὶ μαινομένους ἐκάλουν, ὡς παῤῥησίᾳ χρω μένους· ὁ δὲ Ἰηοῦ οὐχ ὡς παροινῶν ἀδολέσχην ὠνό 80.768 μασεν, ἀλλὰ κρύψαι τὰ εἰρημένα πειρώμενος. Ἐπεὶ δὲ εἶδεν ἐπικειμένους, ἐμήνυσεν. ΕΡΩΤ. ΚΘʹ. Τί ἐστί· "Καὶ ἔλαβεν ἀνὴρ τὸ ἱμάτιον αὑ τοῦ, καὶ ἔθηκεν ὑποκάτωθεν Ἰηοῦ ἐφ' ἓν τῶν γαρείμ;" Τὰ ἑξῆς ἑρμηνεύει τοῦ λόγου τὸ ἀσαφές· "Ἐπ ήγαγεν ἐπὶ μίαν τῶν ἀναβαθμίδων." Γνόντες δὲ τὴν θείαν χειροτονίαν, ὡς βασιλεῖ προσήνεγκαν τὴν τιμήν. Ἀραμεὶν δὲ τοὺς Σύρους ἐκάλεσεν· Ἀραμὰ γὰρ οἱ Σύροι. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον· "Καὶ ἡ ἀγωγὴ, ἀγωγὴ Ἰηοῦ υἱοῦ Ναμεσῆ, διότι ἡ παραλλαγὴ ἦγεν;" Πόῤῥωθεν ὁ σκοπὸς θεασάμενος, ὡς οἱ μὲν ἀποστα λέντες οὐκ ἀνέστρεψαν, ὁ δὲ τοῦ πλήθους ἡγούμενος ἐῴκει εἶναι Ἰηοῦ (τοῦτο γὰρ τὸ σχῆμα ἐδήλου), ἐμήνυσεν ὅπερ ἑώρακεν. Ἔνια μέντοι τῶν ἀντι γράφων ἔχει, "Καὶ ὁ ἄγων ἦγε τὸν Ἰηοῦ", τουτέστιν ὁ Θεός. ΕΡΩΤ. ΛΑʹ. Τί ἐστι, "Καὶ Κύριος ἐλάλησεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο;" Τὰς προφητείας καὶ ὁράσεις ἐκάλουν