1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

44

πάντα λίθον τίμιον, καὶ λίθους Παρίους εἰς πλῆθος." ΕΡΩΤ. ΚΘʹ. Τί ἐστιν, "Ἰδοὺ αὕτη γέγραπται ἐπὶ βιβλίου τῆς ᾠδῆς;" Πολλάκις ἔφην, ὅτι πολλὰ ἦν βιβλία προφητικά· καὶ τοῦτο, σὺν Θεῷ φάναι, δηλώσομεν ἀκριβέστερον ἑρμηνεύσοντες τῶν Παραλειπομένων τὴν βίβλον. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον, "Εὐφραινόμενος καὶ αἰνῶν ἐν ώπιον τοῦ Θεοῦ ἑπτὰ ἡμέρας, καὶ τεσσαρεσ καίδεκα ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν; Ἐν τῇ τῆς Σκηνοπηγίας ἑορτῇ συνεκάλεσε τὸν λαόν. Ἐπανηγύρησαν οὖν τεσσαρεσκαίδεκα ἡμέρας· ἑπτὰ μὲν τῶν ἐγκαινίων· ἑπτὰ δὲ τῆς σκηνοπη γίας. Ὀγδόην τοίνυν καλεῖ, τὴν μετὰ τὰς ἑπτὰ τὰς τελευταίας ἡμέραν. Μετὰ δὲ τὸ τέλος τῆς ἑορτῆς, 80.697 ὑποτίθεται πάλιν ὁ ∆εσπότης Θεὸς τῷ Σολομῶντι, ταυτὶ τὴν σωτηρίαν πραγματευόμενος. Ἵνα γὰρ μὴ τῆς φροντίδος ἀπαλλαγεὶς εἰς ῥᾳθυμίαν ἀπο κλίνῃ, καὶ τῶν νόμων αὐτὸν ἀναγκαίως ἀνέμνησε, καὶ τὴν πρὸς τὸν πατέρα γεγενημένην ἐπαγγελίαν ἐμπεδώσειν ὑπέσχετο, καὶ ὄλεθρον ἠπείλησε παρα βᾶσι τοὺς νόμους, καὶ τὸν ἁγιασθέντα νεὼν ἔρημον δι' αὐτοὺς καταλείψειν· "Ἐὰν γὰρ, φησὶν, ἀποστραφέν τες ἀποστραφῆτε ὑμεῖς, καὶ τὰ τέκνα ὑμῶν, ἀπ' ἐμοῦ, καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωσῆς ἐνώπιον ὑμῶν, μὴ φυλάξητε, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις, καὶ προσκυνήσητε αὐτοῖς· καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἱερουσαλὴμ εἰς ἀφα νισμὸν, καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς· καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς, πᾶς πορευόμενος δι' αὐ τοῦ ἐκστήσεται καὶ συριεῖ·" καὶ τὰ ἑξῆς, ἃ δηλοῖ τὴν αἰτίαν τοῦ συριγμοῦ. "Πυνθανόμενοι γὰρ, φησὶ, τί δήποτε ταῦτα πέπονθεν Ἰσραὴλ, μαθήσονται ὡς διὰ τὸ καταλιπεῖν αὐτοὺς τὸν Κύριον τὸν Θεὸν, ὃς τῶν Αἰγυπτίων αὐτοὺς ἐλευθερώσας δουλείας, ταύτην αὐτοῖς τὴν γῆν ἐδωρήσατο." ΕΡΩΤ. ΛΑʹ. Ποία ἐστὶν ἡ Γασίων γαβέρ; Ὡς Ἰώσηπος ἔφη, ἡ νῦν καλουμένη Βερονί κη· ἔστι δὲ αὕτη παράλιος πόλις Αἰθιόπων τῶν πρὸς Αἰγύπτῳ. ΕΡΩΤ. ΛΒʹ. Σοφερὰ ποία ἐστίν; Χώρα τις ἔστι τῆς Ἰνδίας, ἣν οἱ γεωγράφοι χρυ σῆν ὀνομάζουσι γῆν. ΕΡΩΤ. ΛΓʹ. Σαβᾶ ποῖόν ἐστιν ἔθνος; Αἰθιοπικόν. Ἐντεῦθεν δὲ αὐτοὺς κεῖσθαί φασι τῆς θαλάσσης τῆς Ἰνδικῆς. Ὀνομάζουσι δὲ αὐτοὺς Ὁμηρίτας. Κατάντικρυ δέ εἰσι τῶν Αὐξουμιτῶν· μέση δὲ τούτων κἀκείνων ἡ θάλασσα. Τούτων ἐβασίλευ σεν ἡ θαυμασία ἐκείνη γυνὴ ἧς ἐπῄνεσε τὴν σπουδὴν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ ∆εσπότης Χριστός. Ἀκούσασα γὰρ τὰ περὶ τῆς τοῦ Σολομῶντος σοφίας θρυλλούμενα, ὁδὸν παμπόλλων ἐξήνυσεν ἡμερῶν, καὶ κέρδος τὸν πόνον ὑπέλαβε, καὶ τοῦτον τῆς ἐν βασιλείοις τροφῆς προτετίμηκε, καὶ διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ἀνύμνησε χορηγόν. "Γένοιτο γὰρ, ἔφη, Κύριος ὁ Θεός σου εὐλογημένος, 80.700 ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον Ἰσραὴλ, τοῦ στῆσαι αὐτὸν εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασι λέα ἐπ' αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ, καὶ ἐν κρίμασιν αὐτοῦ." Ἐγὼ δὲ τῆς ἀποστολικῆς ἀνεμνήσθην διδασκαλίας, ἣ τοὺς δίχα νόμου δικαιω θέντας ἐθαύμασεν· "Ὅταν γὰρ, φησὶν, ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος." Καὶ αὕτη γὰρ ἀλλό φυλος οὖσα, καὶ μήτε νόμον δεξαμένη θεῖον, μήτε προφητικῆς ἀπολαύσασα γεωργίας, ἠρκέσθη τῷ τῆς φύσεως νόμῳ, καὶ τὴν δικαιοσύνην ἐθαύμασε, καὶ τὴν δικαίαν κρίσιν εὐφήμισε, καὶ διὰ τοῦ δεξαμένου τῆς σοφίας τὸ δῶρον, τὸν μεγαλόδωρον ὕμνησεν. ΕΡΩΤ. Λ∆ʹ. Τίνα διαφορὰν ἡ ναύλα πρὸς τὴν κινύραν ἔχει; Ἀνὰ δέκα μὲν φθόγγους καὶ αὕτη κἀκείνη ἔχει. Φασὶ δὲ τὴν μὲν ναύλαν δακτύλοις, τὴν δὲ κινύραν ἀνακρούεσθαι πλήκτρῳ. ΕΡΩΤ. ΛΕʹ. Ξύλα ἀπελέκητα ποῖα καλεῖ; Οἶμαι ὅτι τὰ λεῖα, καὶ ὀρθὰ, καὶ ὄζων ἀπηλλαγμέ να. Ὁ δὲ Ἰώσηπος πεύκινα αὐτὰ εἴρηκεν, ἥκιστα τοῖς παρ' ἡμῖν ἐοικότα πευκίνοις. Τοῦ συκίνου γὰρ ξύλου καὶ λευκότερα εἶναι, καὶ λειότερα, καὶ στρυφνότερα εἴρηκε. ΕΡΩΤ. Λʹ. Ποία πόλις ἐστὶν ἡ Θαρσεῖς; Ἐνταῦθα Ἰνδικήν τινα χώραν ὠνόμασεν. Οἱ δὲ τὸν Ἐζεκιὴλ ἑρμηνεύσαντες, τὴν Καρχηδόνα τῆς γῆς Λιβύης προκαθημένην