1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

26

γνώμης, ἀλλ' ἐκ περιστάσεως ἐδέξατο τὴν πληγήν· καὶ ῥᾳθυμίας ἦν, οὐ κακοηθείας, ἡ ἁμαρ τία. Ἀλλ' ἐν τοῖς ἑξῆς τὴν κατηγορίαν ηὔξησεν Ἔδει γὰρ ἐκ τῶν οἰκείων θῦσαι, καὶ μὴ τὴν ἀλλοτρίαν καὶ μόνην ἀμνάδα. Οὕτω τῆς γραφῆς ἐν ἀλλοτρίῳ γεγενημένης προσώπῳ, ὁ δικαστὴς δικαίαν τὴν ψῆ φον ἐξήνεγκε· "Ζῇ γὰρ, ἔφη, Κύριος, ὅτι ἄξιος θα νάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· καὶ τὴν ἀμνάδα ἀπο τίσει τετραπλασίονα, ἀνθ' ὧν ἐποίησε τὸ πρᾶ γμα τοῦτο, καὶ ὑπὲρ οὗ οὐκ ἐφείσατο." Ἐπειδὴ ὁ κατηγορούμενος τὴν καθ' ἑαυτοῦ ἀπόφασιν ἐξενή νοχε, τότε λοιπὸν ῥίψας ὁ προφήτης τὸ προσωπεῖον, γυμνὸν ἔδειξε τοῦ κατηγορουμένου τὸ πρόσωπον. Ἔφη γὰρ, "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼἔχρισά σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυ ρίου σου, καὶ τὰς γυναῖκας αὐτοῦ εἰς τὸν κόλπον σου· καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα." Εἶτα ἐδήλωσε τῆς φιλοτιμίας τὸ ἄμετρον· "Καὶ εἰ ὀλί γα σοί ἐστι, προσθήσω καθὼς ταῦτα." Πρὸ τῆς το μῆς ἡ θεραπεία, πρὸ τῆς τιμωρίας ἡ ψυχαγωγία· "Καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω καθὼς ταῦ τα." Ἔπειτα τῆς κατηγορίας ὁ ἔλεγχος· "Καὶ ὅτι ἐξουδένωσας τὸν Κύριον τοῦ ποιεῖν πονηρὸν ἐνώπιον αὐτοῦ." Κατεφρόνησάς μου τῶν νόμων, οὐκ ᾠήθης ἐφορᾷν με τῶν ἀνθρώπων τὰς πράξεις· ὑπερετρύφησάς μου τοῖς ἀγαθοῖς, κατ' ἐμοῦ τοῦ δε δωκότος ἐσκίρτησας. "Τὸν Οὐρίαν τὸν Χετθαῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλα βες σεαυτῷ γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομ φαίᾳ τῶν υἱῶν Ἀμμών." Τὸν οὕτως εὔνουν περὶ σὲ γεγενημένον τοῖς πολεμίοις ἐξέδωκας, καὶ δι' ἡδο νὴν ὀλίγην δύο πεπάτηκας νόμους. Εἶτα ἡ τιμωρία· "Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα. Ἕνεκεν τούτου οὗ ἐξουδέ νωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα Οὐρίου τοῦ Χετ 80.629 θαίου σαυτῷ εἰς γυναῖκα." Αἰνίττεται δὲ ὁ λόγος, ὅτι πλέον ὁ ∆εσπότης Θεὸς ἐχαλέπηνεν ἐπὶ τῷ γάμῳ, ἢ τῇ πρὸ τούτου γενομένῃ μοιχείᾳ. Ἐκεῖνο μὲν γὰρ ἐπιθυμίας ἦν σφοδροτάτης κάρον ἐργασαμένης τῷ λογισμῷ· τοῦτο δὲ καὶ αὐτοῦ τοῦ λογισμοῦ τὴν συγκατάθεσιν ἔχει, ὃν ἐχρῆν μετὰ τὸν ἄδικον φόνον θρηνεῖν καὶ στένειν, οὐ γάμῳ συναινεῖν παρανόμῳ. Εἶτα τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας, αἳ λαμπρότερον ἔδειξαν τοῦ θαυμαστοῦ βασιλέως τὸ κλέος. Αἱ γὰρ θεήλατοι πληγαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν, καὶ τὴν προτέραν ὑγείαν ἀπέδοσαν. Τούτου γὰρ δὴ χάριν αὐ τὰς ἐπενήνοχεν ὁ τῶν ψυχῶν ἰατρός. Προσέθηκε δὲ ταῖς ἀπειλαῖς, ὅτι "Σὺ μὲν ἐποίησας ἐν κρυπτῷ· ἐγὼ δὲ ποιήσω τὸ ῥῆμα τοῦτο ἐνώπιον παντὸς τοῦ λαοῦ τούτου." Λαθεῖν, φησὶν, ἐθέλησας, τὸν φόνον ἐκάττυσας· ἀλλ' ἐγώ σου τὴν ἁμαρτίαν ἅπασι ποιή σω κατάδηλον. Τούτων ὁ ∆αβὶδ ἀκούσας τῶν λόγων, οὐκ ἐδυσφόρησεν ὡς ὑπ' ἀνδρὸς πένητος ἐλεγχόμενος. Ἤδει γὰρ τὸν διὰ τούτου φθεγγόμενον, καὶ ἐβόησεν· "Ἡμάρτηκα τῷ Κυρίῳ." Ἀλλ' εὐθὺς ὁ προφήτης, τὴν τῆς ἁμαρτίας ὁμολογίαν δεξάμενος, καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαῤῥήσας, ἐπήγαγε· "Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς." ∆ιπλοῦν ὤφειλε θάνατον· καὶ γὰρ ὁ μοιχὸς καὶ ὁ ἀνδροφόνος ἀνῃροῦντο κατὰ τὸν νόμον· ἀλλ' ἔλυσε τοῦ θανάτου τὴν ψῆφον ἡ τῆς ἁμαρτίας ὁμολογία. Παντοδαπαῖς δὲ αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ὑπέβαλε· τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκὼς γὰρ ὁ προφήτης, "Οὐ μὴ ἀποθά νῃς," ἐπήγαγε· "Πλὴν ὅτι παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον ἐν τῷ λόγῳ τού τῳ." Τοῦτο δὲ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, "Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου." Γυμνωθεὶς γὰρ τῆς θείας κηδεμονίας, παρεσκεύασε τοὺς ἀλλοφύλους νικᾷν, καὶ μέγα φρονεῖν κατὰ τοῦ τῶν ὅλων Θεοῦ. Πρῶτον μέντοι τὸ μοιχίδιον παιδίον ἐπάταξεν ὁ Θεός. Ὁ δὲ Οὐρίας ἔοικεν ἐκ μὲν τῶν ἀλλοφύλων ὡρμῆσθαι, προσήλυτος δὲ γεγενῆσθαι· Χετθαῖον γὰρ αὐτὸν ὁ τῶν ὅλων Θεὸς προσηγόρευσε· καὶ ἔδειξεν ὡς ἀδικούμενον οὐδένα περιορᾷ, ἀλλὰ κἂν ἀλλόφυλος ὁ ἀδικούμενος ᾖ, ὁ δὲ ἀδικῶν Ἑβραῖος, ἐκείνῳ μὲν ἐπαμύνει, τὸν δὲ ἀδικοῦντα κολάζει. ΕΡΩΤ. ΚΕʹ. Τί δήποτε τὸ ἀρτιγενὲς παιδίον θανάτῳ παρ έδωκεν ὁ