1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

31

καταλιπὼν, ἐν τῇ μυσαρωτάτῃ καρδίᾳ τὰ βέλη κατέπηξεν. Εἶτα καθελὼν, καὶ εἰς τὴν παρακει μένην φάραγγα ῥίψας, τὸν λαὸν ἅπαντα κατα λεῦσαι προσέταξεν, ὥστε γενέσθαι αὐτῷ τάφον τὴν τιμωρίαν. ΕΡΩΤ. Λ∆ʹ. Τί δήποτε ἄνω μὲν ὁ συγγραφεὺς εἴρηκεν ὅτι τρεῖς ἔσχεν υἱοὺς, μίαν δὲ θυγατέρα· νῦν δὲ τοὐναντίον δεδήλωκεν, ὅτι στήλην ᾠκοδόμη σεν, ὡς υἱὸν οὐκ ἔχων, τὴν δι' αὐτῆς αὐτῷ μηχανώμενος μνήμην; Ἑκάτερον ἀληθές· εἰκὸς γὰρ αὐτὸν καὶ παιδο ποιῆσαι, καὶ τετελευτηκέναι τοὺς παῖδας. Ἰώση πος δὲ ἔφη τοῦτο αὐτὸν δεδρακέναι, ὡς τῶν παίδων μὲν ἐπὶ πολὺ διαρκεῖν οὐ δυναμένων, τῆς δὲ οἰκοδομίας μᾶλλον φυλαττούσης τὴν μνή μην. 80.648 ΕΡΩΤ. ΛΕʹ Τίνος ἕνεκεν τοσοῦτον ἐθρήνησεν ὁ ∆αβὶδ τὸν μιαρώτατον παῖδα; Καὶ φιλόπαις ἦν, καὶ φιλάνθρωπος. Τεκμήριον δὲ τούτου καὶ τὸ ἐπὶ τοῦ Σαοὺλ γενόμενον πένθος. Ἐνταῦθα δὲ καὶ ἡ φύσις μείζους τὰς ὀδύνας εἰργά σατο. Πρὸς δὲ τούτοις, ἐθρήνησεν ὡς εὐσεβὴς τὸν διὰ μεταμελείας ἰαθῆναι μηκέτι δυνάμενον. Μετὰ γὰρ δὴ τὴν τελευτὴν ἀνίατος ἡ τῆς ἁμαρτίας πληγή. ΕΡΩΤ. Λ ϛʹ. Τί δήποτε τῷ Ἀβεσσᾶ τὴν στρατηγίαν ἐπηγ γείλατο, τοῦ Ἰωὰβ ὑπὲρ αὐτοῦ πολλοὺς ὑπο μείναντος πόνους καὶ κινδύνους; Τὸ θρασὺ τοῦ Ἰωὰβ ἀεὶ μισῶν διετέλεσεν. Ἠνέσχετο δὲ αὐτοῦ, διά τε τὴν εὔνοιαν, ἣν εἶχε, καὶ ὑφορώμενος μή τι νεώτερον βουλεύσηται κατ' αὐτοῦ. Θεασάμενος δὲ τὸν Ἀβεσσά· ἀδελφιδοῦς δὲ αὐτοῦ καὶ οὗτος ἐτύγχανεν· ὃν στρατηγὸν ὑπὸ τοῦ τυράν νου πάσης χειροτονηθέντα τῆς στρατιᾶς, ἐπέστει λεν, ὑποσχόμενος αὐτῷ παραδώσειν τὴν τοῦ Ἰωὰβ στρατηγίαν. Τοῦτο μαθὼν ὁ Ἰωὰβ, καὶ τοῦ φθόνου τὴν ἀκίδα δεξάμενος, καὶ πληττόμενος ἐπὶ τοῖς με μηνυμένοις, ἐπήνεγκεν αὐτῷ τὴν σφαγὴν, εὔνοιαν καὶ φιλίαν ὑποκρινάμενος. ΕΡΩΤ. ΛΖʹ. Πῶς νοητέον τὸ, "∆έκα μοι χεῖρες ἐν τῷ βα σιλεῖ;" Ἔριδος γενομένης καὶ διαμάχης, καὶ τὴν φυ λὴν τοῦ Ἰούδα τῶν ἄλλων αἰτιασαμένων, ὅτι δὴ προλαβοῦσα ὑπήντησε τῷ βασιλεῖ, ὑπολαβόντες ἔφασαν αὐτοὶ, φυλέτην αὐτῶν εἶναι τὸν βασιλέα, καὶ μᾶλλον αὐτοῖς προσήκειν διὰ τὴν πλησιαιτέραν συγγένειαν. Τούτου χάριν εἰρήκασιν οἱ τῶν ἄλλων φυλῶν, δέκα χεῖρας ἔχειν ἐν τῷ βασιλεῖ. Ἡ γὰρ Βενιαμῖτις τῇ Ἰούδα συνῆπτο. Προσέθηκαν δὲ, ὅτι καὶ τῶν πρωτοτοκίων ἔχουσι τὰ πρεσβεῖα, διά τε τὸν Ῥουβεὶμ, ὡς φύσει πρωτότοκον, καὶ διὰ τὸν Ἰωσὴφ, ὡς διὰ τὴν ἀρετὴν τοῦδε τοῦ κλήρου τετυχηκότα. ∆ιπλῆν γὰρ μοῖραν οἱ πρωτότοκοι τῆς πατρῴας κληρονομίας ἐλάμβανον. ∆ιὸ καὶ ὁ πα τριάρχης πρὸς τὸν Ἰωσὴφ ἔφη, "Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι." Αὐτίκα γοῦν καὶ Μωσῆς ὁ μέγας, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ τούτου διάδοχος, διπλοῦν αὐτοῖς ἀπένει μαν κλῆρον. 80.649 ΕΡΩΤ. ΛΗʹ. Τίνος χάριν ∆αβὶδ καθεῖρξε τὰς παλλακὰς παρὰ γνώμην τῷ δυσσεβεῖ τυράννῳ συγγενομένας; Ἀνόσιον ὑπέλαβε συνελθεῖν αὐταῖς μετὰ τὴν μυ σαρὰν τοῦ παιδὸς συνουσίαν. Τοῦτο γὰρ καὶ ὁ νόμος ἄντικρυς ἀπηγόρευσεν. Ἑτέρῳ δὲ οὐ συνῆψεν, ἵνα μὴ καὶ τοῦτο πρόφασις γένηται τυραννίδος· ἄλ λως τε δὲ οὐδὲ γάμος ἦν ὁ τοιοῦτος. Ζῶντος γὰρ τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀν δρὶ ἑτέρῳ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Εἰ δὲ καὶ ὁ νόμος ἐπέτρεπε τὸν ἀπεχθανόμενον τῇ γυναικὶ βι βλίον ἀποστασίου διδόναι· ἀλλ' ἐνταῦθα οὐ μῖσος ἐχώριζεν, ἀλλ' ἡ τοῦ παιδὸς παράνομος συνουσία. Τούτου χάριν εἰς ἑτέραν αὐτὰς μετέστησεν οἰκίαν, πάσης ἀξιῶν θεραπείας. ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον, "Εἰ ἐξέλιπεν ἃ διέθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;" Ὁ Σαβεὲ τυραννήσας, εἶτα φυγὼν, εἰς τὴν Ἀβὲλ κατέφυγε πόλιν· ἔστι δὲ αὕτη πόλις τῆς Παλαιστί νης, Ἀβελᾶ νῦν ὠνομασμένη. Τοῦ στρατηγοῦ τοίνυν εἰς πολιορκίαν τὴν στρατιὰν παραστήσαντος, τῶν θείων αὐτὸν ἀνέμνησε νόμων ἡ σοφωτάτη γυνή. Ὁ γὰρ θεῖος ἐκέλευσε νόμος πρεσβείᾳ κεχρῆσθαι πρότερον, εἶθ' οὕτως τοῖς ἀντιλέγουσι παρατάτ τεσθαι. Τοῦτο ἔφη καὶ αὕτη· "Εἰ ἐξέλιπεν ἃ δι έθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;" τουτέστι, μὴ παρα βῆναι χρὴ τὰ διηγορευμένα τοῖς νόμοις. Εἶτα ἐπ ήγαγεν· "Ἐγὼ δέ εἰμι εἰρηνικὴ τῶν στηριγμά των Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν Ἰσραήλ· καὶ ἵνα τί ὅτι καταποντί ζεις κληρονομίαν Κυρίου;"