1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

75

τοῦ Θεοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, ἐκλήθησαν ἐπὶ τῆς φυλῆς Λευΐ." Ἐδίδαξε δὲ καὶ ὡς Σαδοὺκ ὁ ἀρχιερεὺς τοῦ Ἐλεάζαρ ἀπόγονος ἦν, ὁ δὲ Ἀβιμέλεχ τοῦ Ἰθάμαρ·καὶ ὅτι πλειόνων εὑρεθέντων ἀπὸ τοῦ Ἐλεάζαρ καταγόντων τὸ γένος, δύο μοίρας ἐν ταῖς ἐφημερίαις ἀπένειμε τούτοις, μίαν δὲ τοῖς ἀπὸ τοῦ Ἰθάμαρ· "∆ιεῖλε γὰρ καὶ αὐτοὺς, φησὶ, ∆αβὶδ τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας κατ' οἴκους πατριῶν αὐτῶν, καὶ διεῖλεν αὐτοὺς ἐν κλήροις." Τούτων τῶν ἐφ ημεριῶν καὶ ὁ μακάριος μέμνηται Λουκᾶς ἐν αὐτῇ τῇ τοῦ Εὐαγγελίου ἀρχῇ. Ἔφη γὰρ εἶναι τὸν Ζαχαρίαν ἐξ ἐφημερίας Ἀβιᾶ· τοῦτον δὲ τὸν Ἀβιᾶν ἕβδομον εἰληχέναι κλῆρον ἡ προκειμένη βίβλος ἐδίδαξε. Τὸν δὲ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ τῶν ψαλτῳδῶν τοὺς ἄρχοντας, τινὲς μὲν ἔφασαν οὐ τοῦ Θεοῦ κε κλῆσθαι προφήτας, ἀλλὰ τοῦ ∆αβὶδ, ἐπειδὴ παρ' αὐτοῦ τοὺς ὕμνους λαμβάνοντες ᾖδον ἐν τοῖς ὀργά νοις. Ἐγὼ δὲ οἶμαι καὶ αὐτοὺς προφητικοῦ μετει ληχέναι χαρίσματος. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδά σκει· "Ἔστησε γὰρ, φησὶ, ∆αβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, Αἰμὰν καὶ Ἰδιθοὺμ, τοὺς προφητεύοντας ἐν κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις." Καὶ μετ' ὀλίγα· "Υἱοὶ Ἀσὰφ ἐχόμενοι Ἀσὰφ τοῦ προφήτου, ἐχόμενοι τοῦ βασιλέως." Καὶ πάλιν τῷ Ἰδιθοὺμ, "Οἱ υἱοὶ Ἰδιθοὺμ ἐχόμενοι τοῦ πατρὸς αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις τοῦ προφητεύοντος ἐξομολόγησιν καὶ αἴ νεσιν τῷ Κυρίῳ." Καὶ μετὰ βραχέα· "Πάντες οὗ 80.816 τοι υἱοὶ τοῦ Αἰμὰν τοῦ ὁρῶντος τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ τοῦ ὑψῶσαι κέρας. Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τέσσαρας καὶ δέκα, καὶ θυγατέρας τρεῖς. Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνοῦν τες ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ κινύραις, εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχό μενοι τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺμ, καὶ Αἰμάν." Καὶ Μωσέως δὲ τοῦ μεγάλου τοὺς ἀπο γόνους τῶν ἱερῶν θησαυρῶν ἀπέφηνε φύλακας. Ἀπέκειντο δὲ ἐν τούτοις, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια, καὶ τὰ δῶρα τὰ προσφερόμενα τῷ Θεῷ. "Ὅσα γὰρ, φησὶν, ἡγίασε ∆αβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι, καὶ ἑκατόνταρχοι, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, ἃ ἔλαβον ἐκ τῶν πο λέμων, καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ' αὐ τῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου, καὶ ἐπὶ πάντων ἁγίων τοῦ Θεοῦ, ὅσα ἡγίασε Σαμουὴλ ὁ ὁρῶν, καὶ Σαοὺλ ὁ τοῦ Κὶς, καὶ Ἀβεννὴρ ὁ τοῦ Νὴρ, καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα, καὶ πᾶς ὁ ἁγιάζων διὰ χειρὸς Σαλωμὴθ, καὶ τῶν ἀδελ φῶν αὐτοῦ." Μηδεὶς δὲ νομιζέτω διαφωνίαν εἶναι, τῷ τὸν Βανέαν ἐν ταῖς Βασιλείαις αὐλάρχην εἰρῆ σθαι, καὶ τοῦ βασιλέως ἀδελφιδοῦν, ἐνταῦθα δὲ ἱερέα. Ὁμώνυμοι γάρ εἰσιν· ἀλλ' οὗτος μὲν ἐκ τῆς ἱε ρατικῆς, καὶ οὐκ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς. Ἀξιάγαστος δὲ τοῦ ∆αβὶδ ἡ παραίνεσις, ἣν πρὸς τὸν υἱὸν ἐποιήσατο. "Γνῶθι γὰρ, ἔφη, τὸν Θεὸν τῶν πα τέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐξετάζει Κύριος, καὶ πᾶν ἐνθύμημα διανοιῶν γινώσκει." Τὴν ἀναγ καστὴν, φησὶ, δουλείαν οὐκ ἀποδέχεται· τὴν δὲ ἐθε λούσιον ἐπαινεῖ, καὶ τὴν τελείαν ἀγαπᾷ προθυμίαν. "Ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἂν ἐγκαταλείψῃς αὐτὸν, ἐγκαταλείψῃ σε εἰς τέλος." Εὐαγγελικὴ ὑπόσχεσις· "Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν." -"Ἴδε τοίνυν ὅτι προείλετό σε, φησὶν, ἐμοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἀνδρίζου καὶ ποίει." Προέκρινέ σε, φησὶν, ἐμοῦ· ἐγὼ ἠβουλήθην οἰκοδο μῆσαι, καὶ σοὶ τὸ ἔργον ἐπέτρεψε. Σὺν πάσῃ τοι γαροῦν προθυμίᾳ τὸ κελευσθὲν ἀποπλήρωσον. Εἶτα ὡς νέῳ, καὶ ἀγνοοῦντι καὶ τὰ μέτρα καὶ τὸ σχῆμα τῆς οἰκοδομίας, σκαριφεύσας ἔδωκεν. "Ἔδωκε γὰρ, φησὶ, ∆αβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ἀποθηκῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ταμιείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἱλαστηρίου." Καὶ διδάσκων, ὡς οὐ λογισμὸς ἀνθρώπινος ταῦτα δι έγραψεν, ἀλλ' ἡ χάρις τοῦ Πνεύματος, ἐπήγαγε· "Καὶ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων 80.817 παστοφορίων τῶν κύκλῳ, τῶν εἰς τὰς ἀποθήκας οἴ κου Κυρίου."