1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

48

τὸ πρόσωπον αὐτοῦ ἐκπλαγεὶς τὰς θείας θαυματουργίας· εἶτα μεμαθηκὼς διὰ ποίας ὁδοῦ τὴν πορείαν πεποίηται, ἐπέσαξε μὲν τὴν ὄνον, ἐξήνυσε δὲ τὴν ὁδὸν ὅτι τάχιστα. Κατέλαβε δὲ αὐτὸν ὑπὸ δρυὸς σκιὰν καθεζόμενον· καὶ πυθόμε νος ὅστις εἴη, καὶ μαθὼν τὸ ποθούμενον, ἱκέτευσεν ἀναστρέψαι, καὶ σὺν αὐτῷ τροφῆς μεταλαχεῖν. Ἐκείνου δὲ πάλιν τὰ παρὰ τοῦ Θεοῦ κελευθέντα εἰρηκότος, καὶ ὡς οὐχ οἷόν τε τὸν θεῖον παραβῆναι νόμον· προσετάχθη γὰρ, μὴ τροφῆς, μὴ ποτοῦ με ταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ· ὑπολαβὼν ἔφη, "Κἀγὼ προφήτης εἰμὶ ὡς σὺ, καὶ ἄγγελος ἐλάλησε πρός με ἐν λόγῳ Κυρίου λέγων, Ἐπίστρεψον αὐτὸν μετὰ σοῦ εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ." Εἶτα καὶ ὁ ἱστοριογράφος ἐπήγαγε· "Καὶ ἐψεύσατο αὐτῷ." Τοῦτο ἔγωγε ἐν τούτοις ἡμαρ τηκέναι τὸν πρεσβύτην φημὶ, καὶ κατὰ τοῦτο μόνον ψευδοπροφήτην εἶναι, ὡς θείας φωνὰς διαπλά σαντα. Οὐ μὴν κακοηθείᾳ τινὶ χρήσασθαι ἡγοῦμαι τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον τῇ τῆς εὐλογίας ἐπιθυ μίᾳ τῷ ψεύδει καταχρῶσαι τοὺς λόγους. "Ἐπειδὴ δὲ ἀνέστρεψε, καὶ σιτίων μετέλαβεν, ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν, καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα· Τάδε λέγει Κύριος παντοκρά τωρ· Ἀνθ' ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρ τον, καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ἐλά λησα πρὸς σὲ, λέγων, Μὴ φάγῃς ἄρτον, καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τά φον τῶν πατέρων σου." Τῆς θείας τοίνυν Γραφῆς, καὶ προφήτην αὐτὸν καλούσης, καὶ διδασκούσης ὡς δι' αὐτοῦ τὴν κατὰ τοῦ ἑτέρου ψῆφον ἐξενήνοχεν ὁ Θεὸς, τολμηρὸν οἶμαι ψευδοπροφήτην ὀνομάζειν αὐτόν. Τί δήποτε γὰρ αὐτὸν ὡς ἐκεῖνον οὐκ ἐκόλασεν ὁ Θεὸς, εἴπερ ἄρα καὶ ψευδοπροφήτην αὐτὸν ὄντα 80.713 ᾔδει, καὶ κακοηθείᾳ κατὰ τοῦ θείου προφήτου χρη σάμενον; ἴσως γὰρ καὶ τὸν σκοπὸν αὐτοῦ καθορῶν ὁ Θεὸς, καὶ τῷ ψεύδει συγγνώμην ἀπένειμεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος εὐθὺς ἐκδημήσας περιέπεσε λέοντι. Καὶ ἀνεῖλε μὲν αὐτὸν τὸ θηρίον, μεταλαβεῖν δὲ τοῦ σώματος οὐκ ἐτόλμησεν· ἀλλ' εἱστήκει, καὶ τὴν ὄνον καὶ τὸ σῶμα φυλάττων, ὥστε μηδὲν ἄλλο θηρίον ἢ πτηνὸν τολμῆσαι λυμήνασθαι αὐτό. Τούτου δὲ μηνυθέντος ἔδραμε πάλιν ὁ προφήτης. ∆ηλοῖ δὲ αὐτοῦ τὸ εὐσεβὲς καὶ τὰ ῥήματα. "Εἶπε γὰρ, φη σὶν, Ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτος, ὃς παρεπίκρανε τὸ ῥῆμα Κυρίου." Εἶτα δραμὼν εὗρε τοῦ μὲν προφή του τὸ σῶμα νεκρὸν, ἀλώβητον δὲ τὴν ὄνον· τὸν λέοντα δὲ οἷόν τινα φύλακα παρεστῶτα· ὃς ἰδὼν αὐτὸν ἀφιγμένον ὑπεχώρησεν, ὡς οὐκέτι φυλακῆς δεομένου τοῦ σώματος. Ἔπειτα μετακομίσας, καὶ τῶν νομιζομένων ἀξιώσας, ἐνετείλατο τοῖς υἱέσι μιᾷ θήκῃ ἀμφότερα παραδοῦναι τὰ σώματα, ὡς τῆς θείας προῤῥήσεως δεξαμένης τὸ πέρας. Ἐκ δὲ τούτου τοῦ διηγήματος διδασκόμεθα, ὡς δυνατοὶ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ἔδει τὸν τῆς θείας ἀκηκοότα φωνῆς ἀνθρωπίνῃ πιστεῦσαι τἀναντία λεγούσῃ, ἀλλ' ἀναμεῖναι τὸν προστεταχότα λῦσαι ὅπερ γενέσθαι προσέταξεν. Ἐγὼ δὲ οἶμαι καὶ εἰς βεβαίωσιν τῆς περὶ τοῦ θυσιαστηρίου προῤῥήσεως τήνδε γενέσθαι τὴν τιμωρίαν. Οὐ γὰρ οἷόν τε ἦν λαθεῖν ἀνδρὸς τοσούτου διήγημα· τοῖς δὲ ἀκούουσιν ἱκανὸν ἦν τοῦτο δέος ἐνθεῖναι. Εἰ γὰρ τροφῆς μετάληψις παρὰ τὴν θείαν ἐντολὴν γενομένη, καὶ οὐκ ἐξ ἡδονῆς, ἀλλ' ἐξ ἀπάτης γεγενημένη, τοσαύτην ἀνδρὶ δικαίῳ τιμωρίαν ἐπήνεγκεν, ὁποίαις περιπεσοῦνται κολάσε σιν οἱ τὸν μὲν πεποιηκότα καταλελοιπότες Θεὸν, τὰ δὲ τῶν ἀλόγων προσκυνοῦντες ἰνδάλματα; Τετίμηκε δὲ αὐτὸν καὶ μετὰ τὴν τελευτὴν ὁ Θεός. Ἐπέστησε γὰρ αὐτῷ φύλακα τὸν φονέα· ταύτῃ μὲν τιμῶν ὡς προφήτην, ἐκείνῃ δὲ κολάζων ὡς παραβάτην· δεδιτ τόμενος δὲ καὶ τοὺς τηνικάδε, καὶ τοὺς νῦν, ὥστε μηδὲ τῶν σμικρῶν τοῦ Θεοῦ καταφρονεῖν ἐντολῶν. Μηνύει δὲ τοῦ προφήτου τὸ πάθος τῶν νεκρῶν τὴν ἀνάστασιν. Ὁ γὰρ περιόντα μὲν ἐκδεδωκὼς τῷ θη ρίῳ, τελευτήσαντα δὲ ἀξιώσας τιμῆς, καὶ τιμήσας οὐ τὴν ψυχὴν, ἀλλὰ τὸ σῶμα μόνον, δῆλον ὡς οὐ