1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

10

ἠγνόησεν; Ὅτι οὐ Θεὸς ἦν, ἀλλ' ἄνθρωπος. Θεοῦ γὰρ τὸ πάντα εἰδέναι· προφήτου δὲ, τὸ τὰ παρὰ τοῦ Θεοῦ δεικνύμενα. Ἄλλως τε καὶ τοῦ προφήτου ἡ ἄγνοια τὴν θείαν ἀπεκάλυπτε ψῆφον. Εἰ γὰρ εὐθὺς ὥρμη σεν ἐπὶ τὸν ∆αβὶδ, ὑποπτεύθη ἂν ἐκ προλήψεώς τινος τοῦτο πεποιηκέναι. Ἐπειδὴ δὲ ἐπὶ τὸν πρῶτον ἦλθε, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, καὶ τοὺς ἑπτὰ, ἔγνωσαν ὡς ὁ Θεὸς ἦν ὁ τούτους μὲν ἀποκρίνων, ἐκεῖνον δὲ ψηφιζόμενος. Εἰ γὰρ καὶ τῆς χειροτονίας οὕτω γεγενημένης, ἐγύμνωσαν οἱ ἀδελφοὶ τὸν φθόνον, ἐν τῇ παρατάξει τὸν ∆αβὶδ θεασάμενοι, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ τοῦτον ἐγεγόνει τὸν τρόπον· ΕΡΩΤ. ΛΗʹ. Πῶς νοητέον τὸ, "Πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ;" Τοῦ θείου Πνεύματος ἀποστάντος, χώραν ἔλαβε τὸ παμπόνηρον πνεῦμα. ∆ιδασκόμεθα δὲ ἐντεῦθεν μετὰ τοῦ ∆αβὶδ βοᾷν· "Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντ ανέλῃς ἀπ' ἐμοῦ." Οὕτω τῆς ἀποστολικῆς χάριτος τὸν Ἰούδαν καταλιπούσης, εἰσελήλυθεν εἰς αὐτὸν ὁ διάβολος. 80.565 ΕΡΩΤ. ΛΘʹ. Πῶς τοῦ ∆αβὶδ ψάλλοντος τὸ πονηρὸν ἡσύχαζε πνεῦμα; Τοῦ θείου Πνεύματος ὁ ∆αβὶδ τὴν χάριν ἐδέδεκτο. Τούτου τοίνυν διὰ τοῦ ∆αβὶδ ἐνεργοῦντος, τὸ πονη ρὸν ἡσύχαζε πνεῦμα. ΕΡΩΤ. Μʹ. Τί ἐστι τὸ, "Ἐρσουβὰ αὐτῶν λήψῃ;" Ὁ Σύμμαχος ἡρμήνευσεν· Ὅσα χρῄζουσι γνώσῃ· τὸν σκοπὸν αὐτῶν μάθῃς. ΕΡΩΤ. ΜΑʹ. ∆ιατί ὁ Σαοὺλ, πάντων τὴν πρὸς τὸν Γολιὰθ μονομαχίαν παραιτησάντων, ἀποτρέπει τὸν ∆αβὶδ τοῦτο προθυμούμενον δρᾶσαι; Μειράκιον ἦν πεντεκαίδεκα ἐτῶν, ἢ ἑκκαίδεκα. Ἑβδομηκοντούτης μὲν γὰρ ἐτελεύτησε, τεσσαρά κοντα δὲ ἐβασίλευσεν ἔτη. Τοιγάρτοι τριακοντούτης ἦν, ἡνίκα Σαοὺλ ἀνῃρέθη. Προείρηται δὲ, ὡς δύο ἔτη ὁ Σαοὺλ βασιλεύσας ἐννόμως, τῆς θείας χάριτος ἐγυμνώθη. Τὸν ἄλλον τοίνυν ἅπαντα χρό νον πολεμῶν τῷ ∆αβὶδ διετέλεσε· πείθει δ' ὅμως ὁ ∆αβὶδ τὸν Σαοὺλ θαῤῥῆσαι τὴν νίκην. Ἠναγκάσθη γὰρ ἐξειπεῖν, ὅπως ποιμαίνων λέοντα καὶ ἄρκτον ἐπιοῦσαν ἀπέπνιξεν· "Καὶ ἔσται, φησὶν, ὁ ἀλλό φυλος οὗτος ὁ ἀπερίτμητος, ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἀπὸ Ἰσραήλ; Ὅτι τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;" Οὐδὲν, φησὶν, θηρίων διενήνοχεν ὁ δυσσεβείᾳ συζῶν, καὶ τῆς θείας ἐπικουρίας γεγυμνωμένος. Ἐγὼ δὲ ἐκείνῃ πέποιθα τῇ ῥοπῇ. Τοῦτο γὰρ ἐπήγαγε. "Κύ ριος, ὃς ἐξείλετό με ἐκ στόματος λέοντος, καὶ ἐκ χειρὸς τῆς ἄρκτου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου·" Μετὰ ταύτης ὁρμήσας τῆς πίστεως, οὐ διήμαρτε τῆς ἐλπίδος· ἀλλὰ γυμνὸς ὢν τὸν καθωπλισμένον ἐνί 80.568 κησε· καὶ ὁ πρόβατα νέμων τὸν ἐν πολέμοις καὶ τροπαίοις γεγυμνασμένον· καὶ ὁ σμικρὸς ὢν καὶ νέος, τὸν ἐπὶ τοσούτῳ γαυριῶντα μεγέθει. "Εἶδε γὰρ αὐτὸν, φησὶ, Γολιὰθ, καὶ ἐξουδένωσεν αὐ τὸν, ὅτι ἦν παιδάριον· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν." Ἐμιμοῦντο γὰρ τοὺς τῆς ψυχῆς οἱ τοῦ σώματος. Ὀξὺ γὰρ ἑώρων ἐκεῖνοι, καὶ τὸν ἀόρατον ἐθεώρουν· ὅθεν ἔλεγεν· "Ἐγὼ ἔρχο μαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, Θεοῦ πα ρατάξεως Ἰσραὴλ, ὂν ὠνείδισας σήμερον· καὶ συγκλείσει σε Κύριος σήμερον εἰς τὰς χεῖράς μου, καὶ ἀποκτενῶ σε, καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ· καὶ δώσω τὰ κῶλά σου, καὶ τὰ κῶλα τῆς παρ εμβολῆς τῶν ἀλλοφύλων, ἐν τῇ ἡμέρᾳ ταύτῃ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν δό ρατι, οὐδὲ ἐν μαχαίρᾳ σώζει Κύριος· ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει ὑμᾶς εἰς χεῖρας ἡμῶν." Προφητεύει δὲ παρατασσόμενος, καὶ προαγορεύει τὴν τῆς οἰκουμένης θεογνωσίαν· "Γνώσεται γὰρ, φησὶ, πᾶσα ἡ γῆ, ὅτι ἐστι Θεὸς ἐν Ἰσραήλ." Καὶ τὸ μὲν στόμα χρησμολογεῖ, ἡ δὲ χεὶρ ἀριστεύει, καὶ λίθῳ τὸν ἀλλόφυλον ἀναιρεῖ. Ἐπειδὴ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα τμηθέντα λίθον ὑμνεῖ. "Λίθον γὰρ, φησὶν, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας." Καὶ τῇ ῥομφαίᾳ τοῦ ἀλλοφύλου χρησάμενος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν, τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντος προδιαγράφων τὴν νίκην. Σταυρῷ γὰρ ὁ διάβολος τὸν ἡμέτερον προσηλώσας