1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

77

Κυρίῳ." ∆ῆλον δὲ, ὡς ἐκ τῆς πρὸς τὸν ∆αβὶδ συνηθείας μεμάθηκεν οὗτος, ὡς τοῦ Ἰσραὴλ ὁ Θεὸς οὐρανοῦ καὶ γῆς ἐστι ποιητής. Μηδεὶς δὲ νομι ζέτω, τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφω νεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἑξήκοντα μὲν πήχεων ἐνταῦθα εὑρίσκομεν, ἐκεῖ δὲ τεσσαράκοντα. Εὑρήσει γὰρ πρὸς τοῖς τεσσαράκοντα ἄλλους εἴκοσι τοῦ κα λουμένου ∆αβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων· εἴκοσι δὲ προστιθεμένων τοῖς τεσσαράκοντα, ἑξή κοντα γίνονται. Οὕτως πάλιν τὸ ὕψος πέντε μὲν καὶ εἴκοσι πήχεων ἐν ταῖς Βασιλείαις εὑρίσκομεν, ἐν ταῦθα δὲ εἴκοσι καὶ ἑκατόν. Ἀλλ' ἐν τῷ παραδείγ ματι δεδήλωκεν ὁ θεῖος ∆αβὶδ, ὡς οὐχ ἕνα μόνον ὄροφον εἶχεν ὁ θεῖος νεώς· "Τὸν οἶκον γὰρ, φησὶ, καὶ τὰ ὑπερῷα αὐτοῦ ποιήσεις." Καὶ ἡ ἱστορία δὲ τῶν Βασιλειῶν διδάσκει, ὅτι οὐ μόνον διώροφα, ἀλλὰ καὶ τριώροφα εἶχεν ὁ οἶκος. Πόλιν δὲ ∆αβὶδ τὴν Σιὼν ὠνόμασεν. "Ἐξεκκλησίασε γὰρ, φησὶν, ὁ Σολομὼν 80.821 πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν, καὶ τοὺς ἡγουμένους τῶν πα τριῶν τῶν υἱῶν Ἰσραὴλ, τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως ∆αβίδ· αὕτη δὲ Σιών." Οὕτω δὲ καλεῖ τὴν ἀνωτέραν πόλιν. Ὡς ὀχυρωτέραν γὰρ τειχίσας, ἐν αὐτῇ τὰ βασίλεια ᾠκοδόμησε· "Καὶ ἐξεκκλησιάσθη πρὸς τὸν βασιλέα Σολομῶντα πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῇ ἑορτῇ· οὗτος μὴν ἕβδομος." Ἑορτὴν δὲ τὴν σκηνοπηγίαν καλεῖ· αὕτη γὰρ τρίτη ἦν ἑορτή. "Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν δια θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ ∆α βεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν Χερουβείμ." Καὶ ἐντεῦθεν οὖν δῆλον, ὡς ∆αβεὶρ τὸ ἄδυτον, καὶ ἄψαυστον, καὶ ἀνάκτορον ἐκάλεσε τοῦ ναοῦ, ὅπερ Ἅγια ἁγίων ὀνομάζειν φί λον τῇ θείᾳ Γραφῇ. Τοῦ μέντοι Σολομῶντος προσ ευξαμένου, καὶ πέρας ἐπιτεθεικότος τῇ προσ ευχῇ, πῦρ κατενεχθὲν οὐρανόθεν τὰς προσενεχθεί σας θυσίας ἀνάλωσε. Πάλιν μέντοι ἡ ἱστορία διδά σκει, ὡς τοῦ πανευφήμου ∆αβίδ εἰσιν οἱ ψαλμοί. Λέγει δὲ οὕτως· "Καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ὧν ἐποίησε ∆αβὶδ ὁ βασιλεὺς, τοῦ ἐξομολο γεῖσθαι ἔναντι Κυρίου, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις ∆αβὶδ διὰ χειρὸς αὐτοῦ." Τοσαύτη δὲ ἦν ἡ τοῦ Σολομῶντος εὐσέβεια, ὅτι τοῦ Φαραὼ τὴν θυγατέρα εἰς τὰ νεόδμητα μετέστησε βασίλεια, λέγων· "Οὐ κατοικήσει ἡ γυνή μου ἐν οἴκῳ ∆αβὶδ βασιλέως Ἰσραὴλ, ὅτι ἅγιος οὗτος, οὗ εἰσῆλθεν ἐκεῖ ἡ κιβωτὸς Κυρίου." Κατέστησε δὲ καὶ τοὺς πυλωροὺς, καὶ τοὺς ᾠδοὺς, κατὰ τὰς τοῦ ∆αβὶδ διατάξεις. Τὰ δὲ ἀγώγιμα ξύλα πεύκινα ὁ Ἰώσηπος κέκληκε. Ταῦτα τῶν μὲν Βασι λειῶν ἡ βίβλος ὑποστηρίγματα ἔφη γεγενῆσθαι τοῦ οἴκου Κυρίου, καὶ τοῦ οἴκου τοῦ βασιλέως· ἡ δὲ προκειμένη ἱστορία, ἀναβάσεις τῷ οἴκῳ Κυρίου, καὶ τῷ οἴκῳ τοῦ βασιλέως. Πάλιν μέντοι μανθάνομεν ἐντεῦθεν, ὡς Νάθαν ὁ προφήτης, καὶ Ἀχιὰ ὁ Σιλωνίτης, καὶ Ἰωὴλ ὁ κατὰ τοῦ Ἱεροβοὰμ τὴν ψῆφον ἐξενεγκὼν, βίβλους εἶχον συγγεγραμ μένας. "Καὶ οἱ κατάλοιποι γὰρ, φησὶ, τῶν λόγων Σολομῶντος, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ τῶν λόγων Ἀχιὰ τοῦ Σιλωνίτου, καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ;" Μεμαθήκαμεν δὲ ἐντεῦθεν, καὶ ὅτι ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ τὸ ἐν Βαιθὴλ θυσιαστήριον ῥαγῆναι κελεύσας, ὃν ὁ λέων συνέτριψε τοῦ Θεοῦ παραβεβηκότα τὴν ἐντολὴν, Ἰωὴλ προσηγορεύετο. ΕΡΩΤ. Αʹ. Πῶς νοητέον τὸ, "Οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ ἀπὸ τοῦ Θεοῦ, ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλη σεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σιλωνίτου;" Οἱ τῆς θείας κηδεμονίας ἀπολαύοντες συνορῶσι τὸ 80.824 πρακτέον ὑπὸ τοῦ Θεοῦ σοφιζόμενοι. Οἱ δὲ ταύτης ἐστερημένοι τῆς χάριτος, ὡς ἔτυχε φέρονται. Τοῦτο γὰρ ἐνταῦθα ὁ λόγος δεδήλωκεν, ὅτι ἔδοξε τῷ ∆εσπό τῃ Θεῷ ῥῆξαι διχῆ τὴν βασιλείαν διὰ τὰς τοῦ πατρὸς παρανομίας. Τῆς μέντοι διαιρέσεως γενομένης, καὶ τοῦ Ἱεροβοὰμ τὰς χρυσᾶς δαμάλεις κατασκευάσαν τος, οἱ ἐν ταῖς δέκα φυλαῖς οἰκοῦντες ἱερεῖς καὶ Λευῖ ται πρὸς τὴν ∆αβιδικὴν μετέστησαν βασιλείαν· ἐν ἐκείνῃ γὰρ ὁ θεῖος ναός. Ἐνταῦθα δὲ ἡ ἱστορία διδάσκει, ὅτι καὶ