1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

34

ἐσπούδασαν, καὶ μὴ προστετα χότος τοῦ βασιλέως, κομίσαι τὸ ὕδωρ. Καὶ μέσην διελθόντες τῶν πολεμίων τὴν στρατιὰν, καὶ τὸ ὕδωρ ἀνιμήσαντο, καὶ κατατάχος ἀνέστρεψαν, οὐδενὸς τῶν ἀλλοφύλων προσβαλεῖν ἐπιχειρήσαντος. Ἔδεισαν γὰρ αὐτῶν τὴν τῆς εὐτολμίας ὑπερβολήν. Ἀλλ' ὁ πάντα ἄριστος βασιλεὺς οὐκ ἠνέσχετο τοῦ ὕδατος ἐκείνου τοῦ ποθουμένου μεταλαχεῖν· ἀλλ' εὐσεβεῖ λογισμῷ τῆς ἐπιθυμίας ἐκράτησεν· αἷμα γὰρ αὐτὸ τῶν κο μισάντων ὠνόμασεν· ἐπειδὴ τοῦ βασιλέως τὴν θερα πείαν τῆς οἰκείας προτιμήσαντες σωτηρίας ῥιψοκιν δύνως διέκοψαν τῶν πολεμίων τὴν φάλαγγα, καὶ παραδόξως ἐσώθησαν. Ὅθεν αὐτὸ σπονδὴν προσεκό μισε τῷ σεσωκότι Θεῷ· εἰς τοσαύτην αὐτὸν ἡ παι δεία φιλοσοφίαν ἤγαγεν. ΕΡΩΤ. Μ∆ʹ. Πῶς νοητέον, "Οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρι σὶν, ἔνδοξος ὑπὲρ τοὺς δύο, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο;" Τῶν τριῶν καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρείαν ἐπ ῄνεσε. Τὸν δὲ Ἀβεσσὰ τῶν δύο μὲν εἴρηκε κρείττονα, τοῦ πρώτου δὲ ἥττονα. Ἐκεῖνος γὰρ ἐννακοσίους ἀνῄρει παραταττόμενος, ἑξακοσίους δὲ οὗτος. Πρῶτος δὲ τῶν τριῶν, οὐ κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὴν ἀρχήν. Ἰστέον δὲ καὶ τοῦτο, ὡς Βανέας υἱὸς Ἰοδαὲ ἀδελφιδοῦς ἦν τοῦ βασιλέως· ἔκγονον γὰρ 80.660 αὐτὸν ἐκάλεσε τοῦ Ἰεσσαὶ, υἱὸν δὲ τοῦ Ἰοδαὲ υἱοῦ Ἰεσσαί. Καὶ τούτου δὲ τὴν ἀνδραγαθίαν πολλάκις εἰπὼν, προστέθεικεν, ὅτι "Ὑπὲρ τοὺς τρεῖς ἔνδοξος ἦν, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο." Τῆς γὰρ τῶν τριῶν λειπόμενος ῥώμης, ἔνδοξος ἦν, ὡς τὴν φυλα κὴν τοῦ βασιλέως πεπιστευμένος· κατέστησε γὰρ αὐτὸν, φησὶ, ∆αβὶδ ἐπὶ τὴν φυλακήν. ΕΡΩΤ. ΜΕʹ. Τί δήποτε τοῦ ∆αβὶδ ἀριθμήσαντος, ὁ λαὸς τὴν τιμωρίαν ἀνεδέξατο; Οἰκείας παρανομίας δίκας ἔτισεν ὁ λαός. Καταλιπὼν γὰρ τὸν εὐσεβῆ βασιλέα, τυράννῳ δυσ σεβεῖ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσε, φονῶντι κατὰ πατρὸς εὐσεβοῦς καὶ προφήτου, καὶ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς βασιλείας δεξαμένου τὴν χειρο τονίαν. Αὔξει δὲ αὐτῶν τὴν κατηγορίαν, τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα, καὶ τῆς θείας χάριτος γυμνωθέντα, μὴ καταλιπεῖν ἕως τοῦ βίου τὸ τέρμα κατέλαβε, καὶ ταῦτα τοῦ ∆αβὶδ ὑπὸ προφήτου χρι σθέντος· τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον, καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θρά σος, καὶ τὸν μὲν Ἀμαλὴκ παραδόντα πανωλεθρίᾳ, Ἰδουμαίους δὲ, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Σύρους ἑκατέρους καὶ χειρωσάμενον καὶ δουλω σάμενον, καὶ φέρειν ἀναγκάσαντα φόρους, καὶ προ φητικῆς ἀπολαύσαντα χάριτος, μὴ μόνον καταλιπεῖν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι, καὶ δρᾶσαι τὰ πολε μίων, καὶ συμπρᾶξαι μιαιφόνῳ καὶ δυσσεβεῖ καὶ παρανόμῳ παιδί. Τούτων οὖν αὐτοὺς ὁ δίκαιος κρι τὴς εἰσεπράξατο δίκας, καὶ διὰ τοῦ ∆αβὶδ εἰσεπρά ξατο, ἐπειδήπερ αὐτὸν ἠδίκησαν. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· "Καὶ προσέθετο ὀργὴ Θεοῦ, τοῦ θυμωθῆναι ἐν Ἰσραήλ." Οὐκ εἶπεν, Ἐν ∆αβὶδ, ἀλλ', "Ἐν Ἰσραήλ." Τοιγάρτοι πρόφασις ἦν τῆς τιμωρίας ὁ γενόμενος ἀριθμός· "Ἐπέσεισε γὰρ, φησὶ, τὸν ∆αβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν." Ἀλλ' οὐ διὰ λόγωνἐκελεύσθη· ἦ γὰρ ἂν, εὐθύνας τῆς ἀριθμήσεως εἰσ 80.661 πραττόμενος εἶπεν, ὡς Αὐτὸς ἐκέλευσας ἀριθμη θῆναι. Ἀλλὰ τοῦτο μὲν οὐκ ἔφη· πεπλημμεληκέναι δὲ ὡμολόγησεν. Οὐ τοίνυν λόγῳ προσέταξε τὸν Ἰσ ραὴλ ἀριθμῆσαι, ἀλλ' ἐνδέδωκε τούτῳ χρήσασθαι τῷ λογισμῷ τὸν ∆αβίδ. Ἵλεως γὰρ ὢν ὁ ∆εσπότης καὶ Θεὸς, ἐμποδὼν γίνεται τοῖς συνοίσειν οὐ μέλ λουσι λογισμοῖς. Καὶ γὰρ βουλευσαμένῳ τὸν θεῖον οἰκοδομῆσαι νεὼν διὰ τοῦ προφήτου Ναθὰν δεδήλωκε μηδὲν τοιοῦτον βουλεύσασθαι, ἀλλὰ τῷ παιδὶ τὴν τῆς οἰκοδομῆς φυλάξαι φροντίδα. Ὅτι δὲ οὐκ ἐξ ἐνερ γείας, ἀλλ' ἐκ συγχωρήσεως ὁ τοιοῦτος αὐτῷ γέ γονε λογισμὸς, σαφέστερον ἡ τῶν Παραλειπομέ νων ἐδίδαξε βίβλος. Λέγει δὲ οὕτως· "Καὶ ἀνέστη Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν ∆αβὶδ, τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ." Καὶ οὐκ εἶπεν, Ἀνέστη Σατᾶν ἐπὶ ∆αβὶδ, ἀλλ', "ἐπὶ τὸν Ἰσραήλ." Σατᾶν δὲ τὸν ἀντικείμενον, ἢ ἀποστάτην, ἡ Ἑβραίων γλῶττα καλεῖ. Ἐπειδὴ τοίνυν ἐναντίος ταῖς θείαις ἐπαγ