1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

9

καὶ μόνη τῆς περὶ τοῦ Ἀμαλὴκ ἐντολῆς ἡ παράβασις ἐσχά την αὐτῷ τιμωρίαν ἐπενεγκεῖν. Ἔδει γὰρ συνιδεῖν τὸν ἠλίθιον, ὡς μία σταγὼν τῆς θείας φιλανθρωπίας πᾶσαν τὴν ἀγαθότητα τῶν ἀνθρώπων νικᾷ. Ἀλλ' ὁ δείλαιος τοῦ Θεοῦ κολάσαι κελεύσαντος ᾤκτειρε, καὶ τοῦ Θεοῦ καταψηφισαμένου θάνατον, αὐτὸς ἀπένειμεν, ὡς ἐνόμιζε, τὴν ζωήν· καὶ τοῦ Θεοῦ κελεύσαντος μηδὲν ἐκ τῆς λείας κερδᾶναι, αὐτὸς τὰ πίονα τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἄλλων ἁπάντων τὰ κάλ λιστα κομισάμενος ἐπανῆκε. Καὶ αὐτὸς μὲν ἀναθε ματίσας μηδένα τροφῆς μεταβαλεῖν, ἢ ποτοῦ, τὸν ἐξ ἀγνοίας παραβάντα τὸν ὅρον ἀνελεῖν ἠβουλήθη· τοῦ δὲ τῶν ὅλων Θεοῦ τὸν Ἀμαλὴκ ἀναθεματίσαντος, οὐ διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν, ἀλλὰ διὰ τὴν περὶ τὸν λαὸν δυσμένειαν, οὐ σμικρά τινα, ἀλλὰ τὰ πλεῖστα τοῦ ἀναθήματος ἔλαβε. Καὶ οὐδὲ τοῦ Ἄχαρ αὐτὸν ἐσωφρόνισε τὸ ὑπόδειγμα. Οὐ τοίνυν σμικρὸν, ἀλλὰ μέγιστον τὸ ἁμάρτημα. Ἀνέμνησε δὲ αὐτὸν ὁ προ φήτης τῶν πρὸ τῆς βασιλείας λόγων. οὕτως εἰπών· "Οὐχὶ σμικρὸς σὺ ἐνώπιον αὐτοῦ εἰς ἡγούμενον ἐκ 80.561 σκήπτρου Βενιαμὶν, τῆς ἐλαχιστοτέρας φυλῆς τοῦ Ἰσραήλ;" Οὐ ταῦτα, φησὶν, ἔλεγες, ὅτι "Ἀνὴρ Ἰεμιναῖος ἐγώ εἰμι, τῆς σμικροτέρας φυλῆς παρὰ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ;" Ἀλλ' ὅμως ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ· καὶ ἀπ έστειλέ σε Κύριος ἐν ὁδῷ. Εἶτα λέγει, ὅσας μὲν αὐτῷ δέδωκεν ἐντολὰς, ὅπως δὲ ταύτας παρέβη ὁρμήσας ἐπὶ τὰ σκῦλα. Οὐ τοσοῦτον γὰρ αὐτὸν ὁ παράνομος κατέκρινεν ἔλεος, ὅσον ἡ ἀπληστία, καὶ ἡ πλεονεξία, καὶ τῆς φιλοχρηματίας τὸ πάθος, ᾧ δουλεύσας παρέβη τὴν ἐντολήν. Ἀλλ' ὁ Σαοὺλ τοῖς τοῦ Ἀδὰμ ἐχρήσατο ῥήμασιν. Ἔφη γάρ· "∆ιὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ." Οὕτω γὰρ κἀκεῖνος εἶπεν· "Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον." Καὶ ἐπειδὴ εἶπεν εἰς θυσίαν ἐνηνοχέναι τὰ βουκόλια καὶ τὰ ποίμνια, ἤκουσε παρὰ τοῦ προφήτου· "Ἰδοὺ οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόασις ὑπὲρ στέαρ κριῶν· ὅτι οἰώνισμα ἁμαρτιά ἐστι, παραπικρασμὸς ἀδικία· καὶ θεραφὶμ ὀδύνην καὶ πόνους ἐπάγουσιν. Ἀνθ' ὧν ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, ἐξουδένωσέ σε Κύριος, τοῦ μὴ βασι λεύειν ἐπὶ Ἰσραήλ." Τὸ δὲ θεραφὶμ ὁ Ἀκύλας θεραπείαν καὶ ἀνθυφαίρεσιν ἡρμήνευσεν. Τὸ δὲ οἰώνισμα αἰνίττεται, ὡς οἶμαι, τὴν ἐνίων ἄνοιαν. Εἰκὸς γάρ τινας οἰωνὸν ὑποπτεῦσαι κακὸν, τὸ νενι κηκότα μὴ κερδᾶναι τὴν λείαν. Καὶ τὸ θεραφὶμ δὲ ἀντὶ τῆς ἐπιτηρήσεως τέθεικεν. Ὥσπερ γὰρ τὸ ἐφοὺδ ἀνέκειτο τῷ Θεῷ, καὶ δι' αὐτοῦ τοῖς ἐρω τῶσιν ἐσημαίνετο τὸ πρακτέον· οὕτω διὰ τοῦ θερα φὶμ αἱ τῶν εἰδώλων ἐδηλοῦντο προῤῥήσεις. Κατὰ γὰρ μίμησιν ἐκείνου τοῦτο τούτοις ἀνέκειτο. Καὶ τοῦτο σαφέστερον ἐν τῇ τῶν Κριτῶν ἐδηλώσαμεν βί βλῳ. Κατὰ δὲ τὴν τοῦ Ἀκύλα ἔκδοσιν, ἔστι καὶ ἑτέρως νοῆσαι Θεραπεύει γὰρ, φησὶ, τὸν Θεὸν τὸ τὰ προστεταγμένα πληροῦν, οὐ τὸ δῶρα προσφέρειν. Ἄδεκτος γὰρ ἡ παρὰ τὴν αὐτοῦ βουλὴν γενομένη θεραπεία, καὶ πρόξενος συμφορῶν. ∆ιδάσκων δὲ ἄλυ τον τοῦ Θεοῦ τὴν ἀπόφασιν ὁ προφήτης ἐπήγαγεν· "Οὐκ ἐπιστρέψει, οὐδὲ μετανοήσει ὁ ἅγιος τοῦ Ἰσραὴλ, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετα 80.564 νοῆσαι." Ἐντεῦθεν καὶ τὸ Μεταμεμέλημαι νοη τέον. ΕΡΩΤ. Λ∆ʹ. ∆ιατί τὸν Ἀγὰγ ἔσφαξεν ὁ προφήτης; Ὡς ὁ Φινεὲς τὸν Ζαμβρί. Πᾶν γὰρ τὸ παρὰ τοῦ Θεοῦ κελευόμενον εὐσεβές. ΕΡΩΤ. ΛΕʹ. ∆ιατί ἔδεισεν ὁ προφήτης, χρῖσαι τὸν ∆αβὶδ κελευσθείς; Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. Εἰ γὰρ ὁ τοῦ προφήτου ∆εσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ σωτήριον καταδεξά μενος πάθος, τῇ δειλίᾳ τὴν ἀνθρωπείαν ἔδειξε φύσιν, τίς οὕτω παθῶν ἐλεύθερος, ὡς τῷ προφήτῃ δείσαντι νεμεσῆσαι; ΕΡΩΤ. Λ ϛʹ. Τολμῶσί τινες ἐπιμέμφεσθαι τῷ Θεῷ, ὡς ψεῦδος τὸν προφήτην διδάξαντι. "Λάβε γὰρ, φησὶν, εἰς τὴν χεῖρά σου δάμαλιν βοῶν, καὶ ἐρεῖς, Θῦσαι τῷ Κυρίῳ ἥκω." Ἀλλὰ τοῦτο οὐ ψεῦδος. Ἀληθῶς γὰρ ἐπετέλεσε τὴν θυσίαν. Ἐῤῥέθη τοίνυν αὐτῷ, κρύψαι μὲν τὸ ἔργον, εἰπεῖν δὲ τὸ πάρεργον. ΕΡΩΤ. ΛΖʹ. Τίνος χάριν τὸν ψηφισθέντα ὁ προφήτης