1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

87

δὲ καὶ νῦν ἔστιν εὑρεῖν γιγνόμενον. Πρεσβυτέρου γὰρ οὐ παρόντος, καὶ τῆς χρείας κατεπειγούσης, ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. Ὁ μέντοι βασιλεὺς ἄγαν ὢν εὐσεβὴς, καὶ τοὺς ἐν ταῖς πόλεσι τῶν δέκα φυλῶν οἰκοῦντας εἰς τὴν ἑορτὴν συνεκάλεσε. Καί τινες μὲν ἐκωμῴδουν τοὺς συγκαλοῦντας, τινὲς δὲ ὑπακούοντες ᾔεσαν. Πλείστου δὲ πλήθους συναθροισθέντος, ἐπετελέσθη τοῦ Πάσχα ἡ ἑορτή. Πάλιν μέντοι οὐκ ἐξαρκούντων τῶν ἱερέων, οἱ Λευῖται ἔθυον τῷ πλήθει τὰ θύματα, 80.853 καὶ τοῖς ἱερεῦσι τὸ αἷμα προσέφερον· οἱ δὲ τοῦ θυσιαστηρίου προσέχεον βάσει. Ἐξαπίνης δὲ κλη θέντες πρὶν ἁγνισθῆναι τῶν ἱερείων μετέλαβον. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι τὸ πλεῖστον τοῦ λαοῦ, ἀπὸ Ἐφραῒμ, καὶ Μανασσῆ, καὶ Ἰσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγιάσθησαν, ἀλλ' ἔφαγον τὸ Φασὲκ τοῦτο παρὰ τὴν θείαν Γραφήν. Ἔτυχον δὲ συγγνώμης διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν. Προέθεσαν δὲ τῇ ἑορτῇ ἑτέρας ἰσαρίθμους ἡμέρας, τῶν ἀρχόντων παρεσχηκότων φιλοτίμως τὰ θύματα. Ἔφη δὲ τοιαύτην ἑορτὴν ἐκ τῶν ἡμερῶν Σολομῶντος μὴ γεγενῆσθαι. Ἐντεῦθεν ὁρμήσαντες, καὶ τὰ τεμένη τῶν εἰδώλων κατέλυσαν, καὶ τὰ ἄλση ἐξέτεμον, καὶ μετὰ τούτων τὰ ἐν τοῖς ὑψηλοῖς ἀνατεθέντα τῷ Θεῷ θυσιαστήρια ἐκ βάθρων ἀνέσπασαν. Ἐφρόντισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρεσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν. Εἶτα ὁ συγγραφεὺς ἐπήγαγεν, ὡς μετὰ τοὺς λόγους τούτους, καὶ τὴν ἀλήθειαν ταύτην, ἦλθε Σεναχηρεὶμ ὁ βασιλεὺς Ἀσσυρίων. ∆ηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοὺς θεοσεβεῖς ἄνδρας δοκιμάζων ὁ τῶν ὅλων Θεὸς, συμφοραῖς παραπεσεῖν συγχωρεῖ, εἶτα ἐπικουρῶν διαλύει τὰ σκυθρωπά. Ὁ δὲ βασιλεὺς τῷ Θεῷ θαῤῥῶν, καὶ τὰ παρ' αὐτοῦ συνεισφέρων, πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν· ἵνα μὴ προσεδρεύων πολιορκῇ ἔχων τὴν ἀφθονίαν τοῦ ὕδατος. Ἔπειτα τοὺς περιβόλους ὠχύρωσε, καὶ τοὺς πύργους εἰς ὕψος ἀνέστησε, καὶ προτείχισμα προσῳκοδόμησεν ἕτερον. Ἀλλ' οὔτε τούτοις, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν, ἀλλὰ πρὸς τὸ πλῆθος ἔφη· "Ἀνδρίζεσθε, καὶ ἰσχύσατε· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων, καὶ ἀπὸ προσώπου παντὸς ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείους ὑπὲρ τοὺς μετ' αὐτοῦ. Μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν Κύριος ὁ Θεὸς ἡμῶν, τοῦ σῶσαι ἡμᾶς, καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν." ∆ιὰ δὲ τούτων ἐδίδαξε καὶ τῆς θείας ἐπικουρίας τὸ ἄμαχον, καὶ τῆς ἀνθρωπείας φύσεως τὸ πρόσκαιρον καὶ ἐπίκηρον. Τὰ δὲ λοιπὰ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἔχει. Ἐπιμέμφεται δὲ αὐτῷ ἡ ἱστορία, ὅτι καὶ τοσαύτην νίκην νενικηκὼς, καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγεὶς παραδόξως, οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ Κύριος, ἀνταπέδωκεν αὐτῷ Ἐζεκίας, "ἀλλ' ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδα, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπ' αὐτόν. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ, αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Καὶ οὐκ ἦλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου." Ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὅτι "Ὁ 80.856 ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται." Οὗτος μέντοι διὰ τὴν εὐσέβειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατέλαβε. Γηὼν δὲ, ὡς προείρηται, τὸν Σιλωὰμ καλεῖ. Ὅτι μέντοι διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον τοὺς δέκα ἀναβαθμοὺς, ἀπέστειλε πρὸς αὐτὸν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ἡ ἱστορία διδάσκει. ∆ιηγησαμένη γὰρ ὃν συνήγαγε πλοῦτον, καὶ ὅσους κατεσκεύασε θησαυροὺς, ἐπήγαγε· "Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ. Καὶ οὕτως ἐν τοῖς πρεσβευταῖς τῶν ἀρχόντων τῶν ἀπὸ Βαβυλῶνος, τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν Κύριος, τοῦ πειρᾶσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ." ∆ηλοῖ δὲ ὁ λόγος, ὅτι ἄμεινον ἐν Κυρίῳ καυχᾶσθαι. ∆έον γὰρ αὐτὸν τὰ περὶ τῆς θείας δυνάμεως ἐξηγήσασθαι, τοὺς θησαυροὺς ἐπέδειξε, τοὺς οὐδὲν μόνιμον ἔχοντας. Τὸ δὲ "πειρᾶσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ,"