1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

49

περιόψεται διαλυθὲν καὶ φθαρὲν, ἀλλ' ἀναστήσει, καὶ τῇ ψυχῇ τὸ ὄργανον ἀποδώσει, δι' οὗ τὸν ποιητὴν τεθεράπευκεν. Ἄνθρωπος μέντοι Θεοῦ οὐ πᾶς προ φήτης ὠνόμασται, ἀλλ' οἱ τελείαν τὴν ἀρετὴν κεκτη μένοι, ὡς Μωσῆς καὶ Ἠλίας, καὶ εἴ τις ἐκείνοις παρόμοιος. ∆εδήλωκε τοίνυν ἡ προσηγορία, ὡς τοῦ πρεσβύτου προφήτου πολλῷ τιμιώτερος ἦν. ΕΡΩΤ. Μ∆ʹ. Πῶς νοητέον τό· "Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὑτοῦ;" Τὸ ἐπαγόμενον δηλοῖ· "Καὶ ἐγένετο ἱερεὺς τῶν 80.716 ὑψηλῶν·" τουτέστιν ἱεράτευε, καὶ ταῖς χερσὶ τὸ θυμίαμα προσέφερεν. ΕΡΩΤ. ΜΕʹ. Προειδὼς ὁ Θεὸς ὡς ἀσεβήσει ὁ λαὸς, τί δήποτε γενέσθαι τὴν διαίρεσιν συνεχώρησεν; Τί γὰρ τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὤνησε τὸ τὸν θεῖον ἔχειν νεών; Τὴν γὰρ αὐτὴν καὶ οὗτοι παρανο μίαν ἐτόλμων· "Ὠκοδόμησαν γὰρ, φησὶν, αὐτοῖς ὑψηλὰ καὶ στήλας, καὶ ἄλση, ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Καὶ σύνδεσμος ἐγένετο ἐν τῇ γῇ." Τὸν δὲ σύνδε σμον ἀντὶ τῆς ἀποστάσεως τέθεικε. Καὶ γὰρ ἡ Ἰεζάβελ τοῦ Ἰωρὰμ μεμαθηκυῖα τὴν τελευτὴν, καὶ τὸν Ἰοὺ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενον, ἐβόησε, Σύνδεσμος, σύνδεσμος, τουτέστιν ἀποστασία καὶ τυραννίς. Τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ· "Καὶ ἐποίησαν ἀπὸ πάντων βδελυγμάτων τῶν ἐθνῶν, ὧν ἐξώρισε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ." Οὐ τοίνυν διὰ τὴν τῆς βασιλείας διαί ρεσιν ἐξώκειλαν εἰς ἀσέβειαν αἱ δέκα φυλαὶ, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν. Αὐτίκα γοῦν μείζους ποιοῦνται τῆς Ἰούδα φυλῆς οἱ προφῆται κατηγορίας. Καὶ γὰρ Ὠσηὲ πόρνην μὲν προσετάχθη λαβεῖν, εἰς ἔλεγχον τῆς προφανοῦς ἀσεβείας τῶν δέκα φυλῶν· προφανὴς γὰρ ἡ τῆς πόρνης ἀκολασία· μοιχεύτριαν δὲ εἰς τύπον τῆς Ἰουδαίας, ὅτι τῷ Θεῷ διὰ τοῦ ναοῦ συνῆφθαι δοκοῦσα, λάθρα τοῖς εἰδώλοις ἐλάτρευεν. Ἱερεμίας δὲ ὁ προφήτης φησίν· "Ἐδικαίωσεν αὐτὴν ἡ ἀποστροφὴ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα." Ἰεζεκιὴλ δὲ ὁ προφήτης, οὐ τὴν Σαμάρειαν μόνον, ἀλλὰ καὶ τὰ Σόδομα τῆς Ἱερουσαλὴμ ἐκάλεσεν ἀδελφήν. Ἀποστάντες τῆς εὐσεβείας τῆς θείας ἐγυμνώθησαν προμηθείας. Σουσακεὶμ γὰρ τῶν Αἰγυπτίων ὁ βασιλεὺς πολλὰς μὲν τῶν Ἰουδαίων εἷλε πόλεις, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βί βλος· ἐπέβη δὲ καὶ τῆς Ἱερουσαλὴμ, καὶ οὐ μόνον τοὺς βασιλικοὺς, ἀλλὰ καὶ τοὺς θείους ἐσύλησε θησαυρούς. Ἔλαβε δὲ καὶ τὰ ὅπλα τὰ χρυσᾶ, καὶ ἃ ∆αβὶδ ὁ βασιλεὺς ἀπὸ τῶν Σύρων εἰλήφει, καὶ ἃ ὁ Σολομὼν ἐπεποιήκει. ΕΡΩΤ. Μʹ. Τί ἐστιν· "Ἀπηρείδοντο αὐτὰ εἰς τὸ Θεκουὲ τῶν παρατρεχόντων· Ἐν μὲν τῇ τῶν Ἑβραικῶν ὀνομάτων ἑρμηνείᾳ τὸ Θεκουὲ, κρουσμὸς καὶ σαλπισμὸς κείμενον εὗρον. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος οὕτω ταῦτα διδάσκει· "Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ἀντ' 80.717 αὐτῶν θυρεοὺς χαλκοῦς, καὶ κατέστησεν ἐπὶ χεῖρας ἀρχόντων τῶν παρατρεχόντων, τῶν φυλασσόντων τὰς θύρας τοῦ οἴκου τοῦ βασιλέως. Καὶ ἐγένετο ἀπὸ ἱκανοῦ, ἐν τῷ εἰσπορεύεσθαι τὸν βασιλέα εἰς οἶκον Κυ ρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες, καὶ οἱ παρατρέ χοντες· καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρα τρεχόντων, ἐλάμβανον τοὺς θυρεοὺς, καὶ ἀποκαθίστων εἰς τὴν τάξιν τῶν παρατρεχόντων." Ἐδίδοτο, φησὶ, τοῖς δορυφόροις καὶ ἀσπιδηφόροις τοῖς περὶ τὸν βασι λέα, οἳ παρὰ τὰς θύρας τῶν βασιλείων ἑστῶτες τὰς εἰσόδους ἐφρούρουν. Προϊόντος δὲ τοῦ βασιλέως, οἱ μὲν προηγοῦντο, οἱ δὲ παρέτρεχον. Ἡνίκα δὲ εἰς τὸν ναὸν παρεγένετο, ἀπήντων οἱ ἐπιστρέφοντες, ἀντὶ τοῦ, οἱ τοῦ ναοῦ φύλακες, καὶ ἐδέχοντο ταῦτα παρ' αὐτῶν, καὶ αὐτοὶ ταῦτα κατέχοντες πρὸ τῆς πύλης εἱστήκεισαν τοῦ νεὼ, ἵνα τὰ μὲν ὅπλα μείνῃ πρὸ τῶν θυρῶν, οἱ δὲ ταῦτα κομίζοντες σὺν τῷ βα σιλεῖ τὸν Θεὸν προσκυνήσωσιν. Εἰκὸς δὲ καὶ οἶκον γενέσθαι πρὸ τῶν θυρῶν, ὥστε τοῦ βασιλέως ἀφικνουμένου, τοὺς ὁπλοφόρους ἐκεῖ τὰ ὅπλα ἀποτίθεσθαι. ΕΡΩΤ. ΜΖʹ. Πῶς νοητέον τὸ, ὅτι "∆ιὰ ∆αβὶδ ἔδωκεν αὐτῷ ὁ Θεὸς κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐ τοῦ μετ' αὐτόν;" ∆ιηγησάμενος καὶ τοῦ Ῥοβοὰμ καὶ τοῦ Ἀβιᾶ τὴν ἀσέβειαν, τοῖσδε τοῖς λόγοις ἐχρήσατο, διδάσκων ὡς διὰ τὸν πρόγονον μέχρι πολλοῦ τῶν ἀπογόνων τὴν βασιλείαν ἐφύλαξεν. Εἶτα ἐπαινέσας τὴν